Μπες και Δες

Δεν είναι πάντα στη ζωή μας απαραίτητα τα χρήματα, μπορούμε να προσφέρουμε στον συνάνθρωπό μας και με λίγη καλή θέληση. Χρήματα μπορεί να μην υπάρχουν, όμως πάντα υπήρχαν, υπάρχουν και θα υπάρχουν άνθρωποι που θα χαρίσουν λίγα χαμόγελα… Μάθε για την ομάδα μας … Βοήθησε και εσύ ……

Τρίτη 15 Μαΐου 2012

ΕΥΧΑΡΙΣΤΙΑ ΜΕΤΑ ΤΗ ΘΕΙΑ ΜΕΤΑΛΗΨΗ (Κείμενο κ΄ Μετάφραση)


 

 

 

 

 ΕΥΧΑΡΙΣΤΙΑ ΜΕΤΑ ΤΗΝ ΘΕΙΑΝ ΜΕΤΑΛΗΨΙΝ

Στίχοι προτρεπτικοί·

Ἐπὰν δὲ τύχῃς τῆς καλῆς μετουσίας
τῶν ζωοποιῶν μυστικῶν δωρημάτων,
ὕμνησον εὐθύς, εὐχαρίστησον μέγα,
καὶ τάδε θερμῶς ἐκ ψυχῆς Θεῷ λέγε·
Δόξα σοι, ὁ Θεός· δόξα σοι, ὁ Θεός· δόξα σοι, ὁ Θεός!

Καὶ ἀμέσως τὰς ἐπομένας εὐχαριστηρίους Εὐχάς·

 

Ἀνωνύμου

Εὐχαριστῶ σοι, Κύριε, ὁ Θεός μου, ὅτι οὐκ ἀπώσω με τὸν ἁμαρτωλόν, ἀλλὰ κοινωνόν με γενέσθαι τῶν ἁγιασμάτων σου κατηξίωσας. Εὐχαριστῶ σοι, ὅτι με τὸν ἀνάξιον μεταλαβεῖν τῶν ἀχράντων σου καὶ ἐπουρανίων δωρεῶν κατηξίωσας. Ἀλλά, Δέσποτα φιλάνθρωπε, ὁ ὑπὲρ ἡμῶν ἀποθανών τε καὶ ἀναστὰς καὶ χαρισάμενος ἡμῖν τὰ φρικτὰ ταῦτα καὶ ζωοποιά σου Μυστήρια, ἐπ᾿ εὐεργεσίᾳ καὶ ἁγιασμῷ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, δὸς γενέσθαι ταῦτα κἀμοὶ εἰς ἴασιν ψυχῆς τε καὶ σώματος, εἰς ἀποτροπὴν παντὸς ἐναντίου, εἰς φωτισμὸν τῶν ὀφθαλμῶν τῆς καρδίας μου, εἰς εἰρήνην τῶν ψυχικῶν μου δυνάμεων, εἰς πίστιν ἀκαταίσχυντον, εἰς ἀγάπην ἀνυπόκριτον, εἰς πλησμονὴν σοφίας, εἰς περιποίησιν τῶν ἐντολῶν σου, εἰς προσθήκην τῆς θείας σου χάριτος καὶ τῆς σῆς βασιλείας οἰκείωσιν· ἵνα ἐν τῷ ἁγιασμῷ σου δι᾿ αὐτῶν φυλαττόμενος, τῆς σῆς χάριτος μνημονεύω διὰ παντὸς καὶ μηκέτι ἐμαυτῷ ζῶ, ἀλλὰ σοὶ τῷ ἡμετέρῳ Δεσπότῃ καὶ εὐεργέτῃ. Καὶ οὕτω τοῦ τῇδε βίου ἀπάρας ἐπ᾿ ἐλπίδι ζωῆς αἰωνίου, εἰς τὴν ἀΐδιον καταντήσω ἀνάπαυσιν, ἔνθα ὁ τῶν ἑορταζόντων ἦχος ὁ ἀκατάπαυστος καὶ ἡ ἀπέραντος ἡδονὴ τῶν καθορώντων τοῦ σοῦ προσώπου τὸ κάλλος τὸ ἄῤῥητον. Σὺ γὰρ εἶ τὸ ὄντως ἐφετὸν καὶ ἡ ἀνέκφραστος εὐφροσύνη τῶν ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σὲ ὑμνεῖ πᾶσα ἡ κτίσις εἰς τοὺς αἰῶνας. Ἀμήν.

Μεγάλου Βασιλείου

Δέσποτα Χριστὲ ὁ Θεός, βασιλεῦ τῶν αἰώνων καὶ δημιουργὲ τῶν ἁπάντων, εὐχαριστῶ σοι ἐπὶ πᾶσιν, οἷς παρέσχου μοι ἀγαθοῖς, καὶ ἐπὶ τῇ μεταλήψει τῶν ἀχράντων καὶ ζωοποιῶν σου μυστηρίων. Δέομαι οὖν σου, ἀγαθὲ καὶ φιλάνθρωπε· φύλαξόν με ὑπὸ τὴν σκέπην σου καὶ ἐν τῇ τῶν πτερύγων σου σκιᾷ· καὶ δώρησαὶ μοι ἐν καθαρῷ συνειδότι, μέχρις ἐσχάτης μου ἀναπνοῆς, ἐπαξίως μετέχειν τῶν ἁγιασμάτων σου, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Σὺ γὰρ εἶ ὁ ἄρτος τῆς ζωῆς, ἡ πηγὴ τοῦ ἁγιασμοῦ, ὁ δοτὴρ τῶν ἀγαθῶν· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Συμεὼν τοῦ Μεταφραστοῦ

Ὁ δοὺς τροφήν μοι σάρκα σὴν ἑκουσίως,
ὁ πῦρ ὑπάρχων καὶ φλέγων ἀναξίους,
μὴ δὴ καταφλέξῃς με, μὴ Πλαστουργέ μου·
μᾶλλον δίελθε πρὸς μελῶν μου συνθέσεις,
εἰς πάντας ἁρμούς, εἰς νεφρούς, εἰς καρδίαν·
φλέξον δ᾿ ἀκάνθας τῶν ὅλων μου πταισμάτων.

Ψυχὴν κάθαρον, ἁγίασον τὰς φρένας·
τὰς ἰγνύας στήριξον ὀστέοις ἅμα·
αἰσθήσεων φώτισον ἁπλῆν πεντάδα·
ὅλον με τῷ σῷ συγκαθήλωσον φόβω.

Ἀεὶ σκέπε, φρούρει τε καὶ φύλαττέ με
ἐκ παντὸς ἔργου καὶ λόγου ψυχοφθόρου.

Ἅγνιζε καὶ κάθαρε καὶ ῥύθμιζέ με·
κάλλυνε, συνέτιζε καὶ φώτιζέ με·
δεῖξόν με σὸν σκήνωμα Πνεύματος μόνου,
καὶ μηκέτι σκήνωμα τῆς ἁμαρτίας·
ἵν᾿ ὡς σὸν οἶκον εἰσόδῳ κοινωνίας,
ὡς πῦρ με φεύγῃ πᾶς κακοῦργος, πᾶν πάθος.

Πρέσβεις φέρω σοι πάντας ἡγιασμένους,
τὰς ταξιαρχίας τε τῶν Ἀσωμάτων,
τὸν Πρόδρομόν σου, τοὺς σοφοὺς Ἀποστόλους,
πρὸς τοῖς δε σὴν ἄχραντον ἁγνὴν Μητέρα·
ὧν τὰς λιτάς, εὔσπλαγχνε, δέξαι, Χριστέ μου,
καὶ φωτὸς παῖδα τὸν σὸν ἔργασαι λάτριν.

Σὺ γὰρ ὑπάρχεις ἁγιασμὸς καὶ μόνος
ἡμῶν, ἀγαθέ, τῶν ψυχῶν καὶ λαμπρότης·
καὶ σοὶ πρεπόντως, ὡς Θεῷ καὶ Δεσπότῃ,
δόξαν ἅπαντες πέμπομεν καθ᾿ ἡμέραν.

Ἀνωνύμου

Τὸ Σῶμά σου τὸ ἅγιον, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, γένοιτό μοι εἰς ζωὴν αἰώνιον, καὶ τὸ Αἷμά σου τὸ τίμιον εἰς ἄφεσιν ἁμαρτιῶν. Γένοιτο δέ μοι ἡ εὐχαριστία αὕτη εἰς χαράν, ὑγείαν καὶ εὐφροσύνην· καὶ ἐν τῇ φοβερᾷ καὶ δευτέρᾳ ἐλεύσει σου ἀξίωσόν με τὸν ἁμαρτωλὸν στῆναι ἐκ δεξιῶν τῆς σῆς δόξης, πρεσβείαις τῆς παναχράντου σου Μητρός, καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.

Ἀνωνύμου
Εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Παναγία Δέσποινα, Θεοτόκε, τὸ φῶς τῆς ἐσκοτισμένης μου ψυχῆς, ἡ ἐλπίς, ἡ σκέπη, ἡ καταφυγή, ἡ παραμυθία, τὸ ἀγαλλίαμά μου, εὐχαριστῶ σοι, ὅτι ἠξίωσάς με τὸν ἀνάξιον κοινωνὸν γενέσθαι τοῦ ἀχράντου Σώματος καὶ τοῦ Τιμίου Αἵματος τοῦ Υἱοῦ σου. Ἀλλ᾿ ἡ τεκοῦσα τὸ ἀληθινὸν φῶς, φώτισὸν μου τοὺς νοητοὺς ὀφθαλμοὺς τῆς καρδίας· ἡ τὴν πηγὴν τῆς ἀθανασίας κυήσασα, ζωοποίησόν με τὸν τεθανατωμένον τῇ ἁμαρτίᾳ, ἡ τοῦ ἐλεήμονος Θεοῦ φιλεύσπλαγχνος Μήτηρ, ἐλέησόν με, καὶ δὸς κατάνυξιν καὶ συντριβὴν ἐν τῇ καρδίᾳ μου καὶ ταπείνωσιν ἐν τοῖς διανοήμασί μου, καὶ ἀνάκλησιν ἐν ταῖς αἰχμαλωσίαις τῶν λογισμῶν μου. Καὶ ἀξίωσόν με, μέχρι τελευταίας μου ἀναπνοῆς, ἀκατακρίτως ὑποδέχεσθαι τῶν ἀχράντων Μυστηρίων τὸν ἁγιασμόν, εἰς ἴασιν ψυχῆς τε καὶ σώματος· καὶ παράσχου μοι δάκρυα μετανοίας καὶ ἐξομολογήσεως, εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σε πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Ὅτι εὐλογημένη καὶ δεδοξασμένη ὑπάρχεις εἰς τοὺς αἰῶνας· Ἀμήν.

Ὁ ἱερεύς· Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα κατὰ τὸ ῥῆμα σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριὸν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
Τρισάγιον. Δόξα. Καὶ νῦν. Παναγία Τριάς. Κύριε, ἐλέησον (γ´). Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν. Τὸ Ἀπολυτίκιον τῆς ἡμέρας καὶ τὸ Θεοτοκίον, τὸ τοῦ Ναοῦ καὶ τὸ Ἀπολυτίκιον καὶ Κοντάκιον τοῦ ἱεροῦ Χρυσοστόμου ἢ τοῦ Μεγάλου Βασιλείου.

Ἀπολυτίκιον τοῦ ἱεροῦ Χρυσοστόμου.
Ἦχος πλ. δ´.

Ἡ τοῦ στόματός σου, καθάπερ πυρσός, ἐκλάμψασα χάρις τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν· ἀλλὰ σοῖς λόγοις παιδεύων, πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ λόγῳ Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον τοῦ ἱεροῦ Χρυσοστόμου.
Ἦχος πλ. β´. Τὴν ὑπὲρ ἡμῶν.

Ἐκ τῶν οὐρανῶν, ἐδέξω τὴν θείαν χάριν, καὶ διὰ τῶν σῶν, χειλέων πάντας διδάσκεις, προσκυνεῖν ἐν Τριάδι τὸν ἕνα Θεόν· Ἰωάννη Χρυσόστομε, παμμακάριστε ὅσιε· ἐπαξίως εὐφημοῦμέν σε· ὑπάρχεις γὰρ καθηγητής, ὡς τὰ θεῖα σαφῶν.
Εἰ ἐτελέσθη ἡ θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου λέγε τὸ τοῦ Ἁγίου·

Ἀπολυτίκιον τοῦ Μεγάλου Βασιλείου.
Ἦχος α´.

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου, δι᾿ οὗ θεοπρεπῶς ἐδογμάτισας· τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας· βασίλειον ἱεράτευμα, πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Κοντάκιον τοῦ Μεγάλου Βασιλείου.
Ἦχος δ´. Ἐπεφάνης σήμεροv.

Ὦφθης βάσις ἄσειστος τῇ Ἐκκλησίᾳ, νέμων πᾶσιν ἄσυλον, τὴν κυριότητα βροτοῖς, ἐπισφραγίζων σοῖς δόγμασιν, οὐρανοφάντορ Βασίλειε ὅσιε.

Καὶ τό·

Οὐρανὸς πολύφωτος ἡ Ἐκκλησία, ἀνεδείχθη ἅπαντας φωταγωγοῦσα τοὺς πιστούς, ἐν ᾧ ἑστῶτες κραυγάζωμεν· τοῦτον τὸν Οἶκον στερέωσον, Κύριε.
Εἰ δε ἐστι Δεσποτικὴ ἢ Θεομητορικὴ ἑορτή, λέγει πρῶτον τὸ Ἀπολυτίκιον τροπάριον τῆς ἑορτῆς, εἶτα τὸ τοῦ ἱεροῦ Χρυσοστόμου ἢ τοῦ Μεγάλου Βασιλείου καὶ ἐν τέλει·
Κύριε, ἐλέησον (ιβ´). Δόξα. Καὶ νῦν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξωτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν. Ἐν ὀνόματι Κυρίου εὐλόγησον Πάτερ.
Ὁ Ἱερεὺς ἐκφωνεῖ· Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐλεήσαι ἡμᾶς.
Ὁ Προεστὼς τὴν Εὐχήν· Χριστέ, τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον καὶ ἁγιάζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, σημειωθήτω ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, ἵνα ἐν αὐτῷ ὀψώμεθα φῶς ἀπρόσιτον· καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν, πρὸς ἐργασίαν τῶν ἐντολῶν σου· πρεσβείαις τῆς παναχράντου σου Μητρὸς καὶ πάντων σου τῶν ἁγίων.
Ὁ Ἀναγνώστης· Ἀμήν. Δόξα. Καὶ νῦν. Κύριε, ἐλέησον (γ´). Πάτερ Ἅγιε εὐλόγησον.
Ὁ Ἱερεὺς ποιεῖ τὴν τελείαν Ἀπόλυσιν· Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν δόξα σοι.
[Ὁ ἀναστάς...] Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
«Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἐαυτοῖς. Ὁ τρώγων μου τὴν σάρκαν καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον» (Ἰωάν. Στ´, 53-4).

ΕΥΧΑΡΙΣΤΙΑ ΜΕΤΑ ΤΗ ΘΕΙΑ ΜΕΤΑΛΗΨΗ

Στίχοι προτρεπτικοί.

Ὅταν ἀξιωθεῖς νὰ κοινωνήσεις
τὰ ζωοποιὰ Μυστικὰ Δῶρα
δοξολόγησε ἀμέσως, εὐχαρίστησε πολὺ
καὶ μὲ θέρμη ψυχῆς λέγε στὸ Θεό·
Δόξα σ᾿ Ἐσένα Θεέ μου, Δόξα σ᾿ Ἐσένα Θεέ μου, Δόξα σ᾿ Ἐσένα Θεέ μου.

 

 

Κι ἔπειτα τὶς ἑπόμενες εὐχαριστήριες εὐχές·

Ἀνωνύμου.

Σ᾿ εὐχαριστῶ, Κύριε καὶ Θεέ μου, γιατὶ δὲν μὲ ἔδιωξες τὸν ἁμαρτωλό, ἀλλὰ μὲ ἀξίωσες νὰ κοινωνήσω τὰ Ἅγια Σου. Σ᾿ εὐχαριστῶ, γιατὶ μὲ ἀξίωσες, ἐμένα τὸν ἀνάξιο, νὰ μεταλάβω τὰ ἄχραντα καὶ ἐπουράνια Δῶρα Σου. Ἀλλά, Δέσποτα φιλάνθρωπε, Σὺ ποὺ πέθανες πάνω στὸ Σταυρὸ καὶ ἀναστήθηκες καὶ μᾶς χάρισες αὐτὰ τὰ φρικτὰ καὶ ζωοποιά Σου Μυστήρια ὡς εὐεργεσία καὶ ἁγιασμὸ τῶν ψυχῶν καὶ τῶν σωμάτων μας, κάμε ὥστε νὰ γίνουν αὐτὰ (τὸ Σῶμα καὶ τὸ Αἷμα Σου) σ᾿ ἐμένα θεραπεία τῆς ψυχῆς καὶ τοῦ σώματός μου· νὰ διώξουν μακριά μου κάθε ἐχθρό, νὰ φωτίσουν τὰ μάτια τῆς καρδιᾶς μου, νὰ εἰρηνεύσουν τὶς ψυχικές μου δυνάμεις, νὰ καταστήσουν ἀκλόνητη τὴν πίστη μου· νὰ μοῦ χαρίσουν ἀγάπη ἀνιδιοτελή, πλησμονὴ σοφίας, δύναμη πρὸς ἐκτέλεση τῶν ἐντολῶν Σου, γιὰ νὰ γίνομαι δέκτης τῆς Χάρης Σου καὶ σιγὰ σιγὰ μέλος τῆς Βασιλείας Σου. Κι ἔτσι ἁγιασμένος καὶ μὲ τὴ φύλαξη ποὺ θὰ μοῦ παρέχει (ἡ Χάρη τῶν Ἀχράντων Μυστηρίων Σου), νὰ ἐνθυμοῦμαι πάντοτε τὶς εὐεργεσίες Σου, καὶ νὰ μὴ ζῶ πιὰ γιὰ τὸν ἑαυτό μου, ἀλλὰ γιὰ Σένα, τὸν Δεσπότη καὶ Εὐεργέτη μου. Κι ἔτσι, ὅταν πιὰ φύγω ἀπ᾿ αὐτὴ τὴ ζωή, μὲ τὴν ἐλπίδα τῆς αἰώνιας ζωῆς, νὰ κερδίσω τὴν αἰώνια ἀνάπαυση κοντά Σου, ἐκεῖ ὅπου ὑπάρχει μονίμως ἡ ἑορταστικὴ ἀτμόσφαιρα καὶ ἡ ἀτέλειωτη εὐχαρίστηση ἐκείνων ποὺ ἀντικρίζουν τὴν ἀνέκφραστη ὀμορφιὰ τοῦ προσώπου Σου. Γιατὶ Ἐσὺ εἶσαι, Χριστέ μας καὶ Θεέ μας, ἡ πιὸ γλυκιὰ ἐπιθυμία καὶ προσδοκία, καὶ ἡ ἀνέκφραστη εὐφροσύνη ἐκείνων ποὺ Σὲ ἀγαποῦν, γι᾿ αὐτὸ καὶ Σὲ δοξολογεῖ ὅλη ἡ κτίση στοὺς αἰῶνες. Ἀμήν.

 

 

            Μεγάλου Βασιλείου.

Δέσποτα Χριστέ, ὁ Θεός μας, Βασιλιὰ αἰώνιε καὶ Δημιουργὲ τῶν πάντων, Σ᾿ εὐχαριστῶ γιὰ ὅλα τὰ ἀγαθὰ ποὺ μοῦ χάρισες, καὶ γιὰ τὴ Μετάληψη τῶν ἀχράντων καὶ ζωοποιῶν Μυστηρίων Σου. Σὲ παρακαλῶ, λοιπόν, Ἀγαθὲ καὶ Φιλάνθρωπε, φύλαξέ με κάτω ἀπὸ τὴ σκέπη Σου καὶ στὴ σκιὰ τῶν φτερῶν (προστασίας) Σου· καὶ δώρησέ μου, μὲ καθαρὴ συνείδηση, μέχρι τὴν τελευταία μου ἀναπνοή, νὰ μετέχω ἀξίως στὰ Ἅγια Μυστήρια, γιὰ νὰ μοῦ συγχωροῦνται οἱ ἁμαρτίες καὶ νὰ κερδίσω τὴν αἰώνια ζωή. Γιατί, Ἐσὺ εἶσαι ὁ Ἄρτος τῆς ζωῆς, ἡ πηγὴ τοῦ ἁγιασμοῦ κι Ἐκεῖνος ποὺ δωρίζει στοὺς ἀνθρώπους κάθε ἀγαθό. Γι᾿ αὐτὸ καὶ Σὲ δοξάζουμε μαζὶ μὲ τὸν Θεὸ Πατέρα καὶ τὸ Ἅγιο Πνεῦμα, τώρα καὶ πάντοτε καὶ στοὺς ἀπέραντους αἰῶνες. Ἀμήν.

 

Συμεὼν τοῦ Μεταφραστῆ.

Ἐσὺ ποὺ μοῦ ἔδωσες μὲ τὴ θέλησή Σου τὴ σάρκα Σου γιὰ τροφή μου,
Ποὺ ῾σαι φωτιὰ καὶ καῖς τοὺς ἀναξίους,
μὴ μὲ κατακάψεις, Πλαστουργέ μου,
ἀλλὰ πέρνα μέσα ἀπ᾿ τὶς ἑνώσεις τῶν μελῶν μου,
στὶς κλειδώσεις, τὰ νεφρὰ καὶ τὴν καρδιά μου.
Κάψε τ᾿ ἀγκάθια ὅλων μου τῶν παραπτωμάτων.

Καθάρισέ μου τὴν ψυχή, ἁγίασε τὸ νοῦ μου,
στήριξε τὰ πόδια μου κι ὅλα τὰ κόκκαλά μου·
φώτισε καὶ τὶς πέντες αἰσθήσεις μου,
καθήλωσέ με ὁλόκληρο στὸ φόβο Σου.

Πάντα σκέπαζέ με, προστάτευε καὶ φύλασσέ με
ἀπὸ κάθε ἔργο καὶ λόγο ψυχοφθόρο.

Κράτα με ἁγνὸ καὶ καθαρὸ κι ὁδήγησέ με·
ὀμόρφυνε, συνέτιζε καὶ φώτιζέ με.
Ἀνάδειξέ με κατοικητήριο τοῦ Ἁγίου Σου Πνεύματος μόνο
κι ὄχι κατοικητήριο τῆς ἁμαρτίας·
ὥστε ὡς δικό Σου κατοικητήριο, ἀφοῦ τὴν θεία Κοινωνία θὰ ῾χω λάβει,
σὰν τὴ φωτιὰ νὰ μὲ ἀποφεύγει κάθε κακοῦργος καὶ κάθε πάθος.

Σοῦ φέρνω πρεσβευτὲς ὅλους τοὺς ἁγίους,
τὶς ταξιαρχίες τῶν Ἀσωμάτων Δυνάμεων,
τὸν Πρόδρομό Σου, τοὺς σοφοὺς Ἀποστόλους,
καὶ μαζὶ μ᾿ ἐκείνους τὴν ἄχραντη κι ἁγνὴ Μητέρα Σου.
Ὅλων αὐτῶν τὶς μεσιτεῖες δέξου, Εὔσπλαγχνε Χριστέ μου,
καὶ ἀνάδειξέ με γιὸ τοῦ φωτός, ἐμένα ποὺ Σὲ λατρεύω.

Γιατὶ Ἐσύ ῾σαι, Ἀγαθέ, ὁ μόνος ἁγιασμός μας
καὶ τῶν ψυχῶν μας ἡ λαμπρότης,
κι ὅπως Σοῦ ἁρμόζει, ὡς Θεὸ καὶ Δεσπότη,
Σὲ δοξολογοῦμε ὅλοι κάθε ἡμέρα.

 

 

 Ἀνωνύμου.

Τὸ Σῶμα Σου τὸ Ἅγιο, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μας, ἂς μοῦ χαρίσει τὴν αἰώνια ζωή, καὶ τὸ Αἷμα Σου τὸ Τίμιο τὴν ἄφεση τῶν ἁμαρτιῶν. Ἂς μοῦ γίνει αὐτὴ ἡ θεία Εὐχαριστία πηγὴ χαρᾶς, ὑγείας καὶ εὐτυχίας. καὶ ἀξίωσέ με τὸν ἁμαρτωλό, κατὰ τὴ φοβερὴ Δευτέρα Παρουσία Σου, νὰ σταθῶ στὰ δεξιά Σου, ὥστε νὰ ἀτενίζω τὴ δόξα Σου, μὲ τὶς μεσιτεῖες τῆς πάναγνης Μητέρας Σου κι ὅλων Σου τῶν Ἁγίων. Ἀμήν.

 

Ἀνωνύμου, στὴν Ὑπεραγία Θεοτόκο.

Παναγία, Δέσποινα Θεοτόκε, ἐσὺ ποὺ ῾σαι τὸ φῶς τῆς σκοτισμένης μου ψυχῆς, ἡ ἐλπίδα, ἡ προστασία, τὸ καταφύγιο, ἡ παρηγοριὰ καὶ ἡ ἀγαλλίασὴ μου, σ᾿ εὐχαριστῶ ποὺ μὲ ἀξίωσες, ἐμένα τὸν ἀνάξιο, νὰ κοινωνήσω τὸ Ἄχραντο Σῶμα καὶ τὸ Τίμιο Αἷμα τοῦ Υἱοῦ Σου. Ἀλλά, ἐσὺ ποὺ γέννησες τὸ ἀληθινὸ Φῶς (τὸ Χριστὸ), φώτισέ μου τὰ νοητὰ μάτια τῆς καρδιᾶς μου. Ἐσὺ ποὺ κυοφόρησες τὴν πηγὴ τῆς ἀθανασίας, ζωοποίησε ἐμένα ποὺ ῾μαι νεκρὸς μὲς στὴν ἁμαρτία.Ἡ φιλεύσπλαγχνη Μητέρα τοῦ ἐλεήμονα Θεοῦ μας, ἐλέησέ με καὶ δῶσε κατάνυξη καὶ συντριβὴ στὴν καρδιά μου, ταπείνωση στὶς σκέψεις μου κι ἐλευθέρωσέ με ἀπ᾿ τοὺς πονηροὺς λογισμούς. καὶ ἀξίωσὲ με μέχρι τὴν τελευταία μου ἀναπνοὴ νὰ ὑποδέχομαι χωρὶς κατάκριση τὸν ἁγιασμὸ τῶν ἀχράντων Μυστηρίων, γιὰ νὰ θεραπεύεται ἡ ψυχὴ καὶ τὸ σῶμα μου· καὶ χάρισέ μου δάκρυα μετανοίας καὶ ἐξομολογήσεως, ὥστε νὰ σὲ ὑμνῶ καὶ νὰ σὲ δοξάζω ὅλες τὶς ἡμέρες τῆς ζωῆς μου. Γιατὶ εἶσαι εὐλογημένη καὶ δοξασμένη στοὺς αἰῶνες. Ἀμήν.

 

 

Μετὰ λέγε τό·

Τώρα ἀπόλυσε, Δέσποτα, τὸν δοῦλο Σου, σύμφωνα μὲ τὸ λόγο Σου, γιατὶ τὰ μάτια μου εἶδαν τὴ Σωτηρία Σου, ποὺ ἑτοίμασες γιὰ ὅλους τοὺς λαούς, φῶς ποὺ θὰ φωτίζει τὰ ἔθνη καὶ θὰ δοξάζει τὸ λαό Σου Ἰσραήλ.
Τρισάγιο. Δόξα. καὶ νῦν. Παναγία Τριάς. Κύριε, ἐλέησον (τρεῖς φορές). Δόξα. καὶ νῦν. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν.

 

 

 

 

Καὶ τὸ ἀπολυτίκιο τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου.

Ἡ χάρη τοῦ στόματός σου, ποὺ ἔλαμψε σὰν πυρσός, φώτισε ὅλη τὴν οἰκουμένη· ἄφησε ὡς κληρονομιὰ στὸν κόσμο θησαυροὺς ὄχι ὑλικοὺς ἀλλὰ πνευματικούς· μᾶς ἔδωσε ἀκόμη ὑπόδειγμα ταπεινοφροσύνης. Ἀνατρέφοντάς μας πνευματικὰ μὲ τοὺς λόγους σου, πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τὸ Χριστό, τὸ Λόγο τοῦ Θεοῦ, νὰ σώσει τὶς ψυχές μας.
Ἐὰν τελέσθηκε ἡ θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου λέγε τὸ τοῦ Ἁγίου·

Ἀπολυτίκιο.

Σ᾿ ὅλο τὸν κόσμο ἁπλώθηκε ἡ φήμη σου, ἀφοῦ δέχθηκε τὰ σοφὰ λόγια σου. Μὲ τὴ θεοφώτιστη διδασκαλία σου, φανέρωσες τὴν πίστη τῆς Ἐκκλησίας, ἀποκάλυψες τὴ φύση τῶν δημιουργημάτων καὶ στόλισες τὴ ζωὴ καὶ τὰ ἤθη τῶν ἀνθρώπων. Ἐσύ, ὅσιε Πάτερ, πραγματοποίησες τὸ «βασίλειο ἱεράτευμα» (ποὺ λέγει ἡ Γραφὴ). Πρέσβευε στὸ Χριστό, τὸ Θεό μας, νὰ σώσει τὶς ψυχὲς μας.
Μὲ τὶς εὐχὲς τῶν ἁγίων Πατέρων μας, Κύριε Ἰησοῦ Χριστέ, ἐλέησε καὶ σῶσε μας. Ἀμήν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου