† ΚΥΡΙΑΚΗ Η´ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ
«Η ΕΟΡΤΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ». Λουκιλιανοῦ, Παύλης μαρτύρων
καὶ τῶν σὺν αὐτοῖς τεσσάρων νηπίων (†370-375).
Τυπικὸν Πεντηκοσταρίου §§47-50.
* * * * *
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,
Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ἦχος πλ. δ´.
Θεὸς Κύριος, καὶ ἐπέφανεν
ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν
ἡμῖν...
Στίχ. β´. Πάντα τὰ ἔθνη
ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν
ἡμῖν...
Στίχ. γ´. Παρὰ Κυρίου
ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν
ἡμῖν...
ΑΠΟΛΥΤΙΚΙΑ
Τῆς Ἑορτῆς. Ἦχος πλ. δ´.
Εὐλογητὸς εἶ, Χριστὲ
ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς
τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι᾿ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, Φιλάνθρωπε,
δόξα σοι. (ἐκ γ´)
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὸν τὸ κράτος...
* * *
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Τὴν μεθέορτον πιστοί, καὶ τελευταίαν ἑορτήν,
ἑορτάσωμεν φαιδρῶς· αὕτη ἐστὶ Πεντηκοστή, ἐπαγγελίας συμπλήρωσις,
καὶ προθεσμίας· ἐν ταύτῃ γὰρ τὸ πῦρ, τοῦ Παρακλήτου εὐθύς, κατέβη ἐπὶ
γῆς, ὥσπερ ἐν εἴδει γλωσσῶν, καὶ Μαθητὰς ἐφώτισε, καὶ τούτους οὐρανομύστας
ἀνέδειξε· Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τὸν κόσμον, ἐφώτισε.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα, ὅμοιον.
Ἡ τοῦ Πνεύματος πηγή, ἐπιδημοῦσα τοῖς
ἐν γῇ, εἰς πυρφόρους ποταμούς, μεριζομένη νοητῶς, τοὺς Ἀποστόλους
ἐδρόσιζε φωταγωγοῦσα· καὶ γέγονεν αὐτοῖς, νέφος δροσῶδες τὸ πῦρ,
φωτίζουσα αὐτούς, καὶ ὑετίζουσα φλόξ, δι᾿ ὧν ἡμεῖς ἐλάβομεν τὴν χάριν,
διὰ πυρός τε καὶ ὕδατος. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τὸν κόσμον
ἐφώτισε.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος πλ. δ´. Τὸ προσταχθὲν μυστικῶς.
Μετὰ τὴν Ἔγερσιν Χριστέ, τὴν ἐκ τοῦ τάφου,
καὶ τὴν πρὸς ὕψος οὐρανοῦ, θείαν Ἀνάληψιν, τοῖς θεόπταις τὴν δόξαν
σου κατέπεμψας Οἰκτίρμον, Πνεῦμα εὐθὲς ἐγκαινίσας τοῖς Μαθηταῖς· ὅθεν,
ὥσπερ κιθάρα μουσουργική, πᾶσιν ἐτρανολόγησαν, τῷ θείῳ πλήκτρῳ μυστικῶς,
Σῶτερ, τὰ ἀπηχήματα, καὶ τὴν οἰκονομίαν σου.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.
* * *
ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ
Οὐ ψάλλονται χάριν τῆς δεσποτικῆς ἑορτῆς.
* * *
ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ
Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Ἐκ νεότητός μου * πολλὰ πολεμεῖ με πάθη· * ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ * καὶ σῶσον, Σωτήρ μου. (δίς)
Οἱ μισοῦντες Σιών, * αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· * ὡς χόρτος γὰρ πυρὶ *
ἔσεσθε ἀπεξηραμμένοι. (δίς)
Δόξα.
Ἁγίῳ Πνεύματι * πᾶσα ψυχὴ ζωοῦται *
καὶ καθάρσει ὑψοῦται, * λαμπρύνεται * τῇ τριαδικῇ Μονάδι *
ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι * ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, * ἀρδεύοντα ἅπασαν τὴν κτίσιν * πρὸς ζωογονίαν.
Προκείμενον. Ἦχος δ´. Ψαλμὸς ρμβ´ (142).
Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν
ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. (δίς)
Στίχ. Κύριε εἰσάκουσον
τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν
μου ἐν τῇ δικαιοσύνῃ σου.
Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν
…
* * *
ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ
ΤΟΥ ΟΡΘΡΟΥ
Ὁ διάκονος·
Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε,
ἐλέησον.
Ὁ ἱερεύς·
Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ...
Ἀμήν.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Πᾶσα
πνοὴ αἰνεσάτω τὸν Κύριον.
Στίχ. Αἰνεῖτε
τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως
αὐτοῦ.
Αἰνεσάτω
πνοὴ… πᾶσα τὸν Κύριον.
Ὁ διάκονος·
Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου
Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Κύριε, ἐλέησον. (γ´)
Ὁ διάκονος·
Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ὁ ἱερεύς·
Εἰρήνη πᾶσι.
Καὶ
τῷ Πνεύματί σου.
Ὁ ἱερεύς·
Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Ὁ διάκονος·
Πρόσχωμεν.
Δόξα
σοι, Κύριε, δόξα σοι.
Καὶ ἀναγινώσκει
ὁ ἱερεὺς τὸ Εὐαγγέλιον τοῦ Ὄρθρου τῆς ἑορτῆς ἀπὸ τῆς Ὡραίας Πύλης.
Ἐκ τοῦ κατὰ Ἰωάννην (κ´ 19-23).
Οὔσης ὀψίας τῇ ἡμέρᾳ
ἐκείνῃ τῇ μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ
συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς
τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς
τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν
Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ
με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς·
Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς,
ἄν τινων κρατῆτε, κεκράτηνται.
Δόξα σοι, Κύριε, δόξα
σοι.
Ἀνάστασιν Χριστοῦ, οὐ λέγομεν,
ἀλλ᾿ εὐθὺς τὸν Ν´ ψαλμόν, χῦμα.
Ἐλέησόν με, ὁ Θεός,
κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον
τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς
ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου
ἐνώπιόν μού ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα,
ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις
ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια
τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς
με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται
ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ
πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα
εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά
σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ
πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας
μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ
τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα
οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην
καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω
τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν
καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα.
Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη *
τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη *
τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ τὸ παρὸν Ἰδιόμελον. Ἦχος πλ. β´.
Στίχ. Ἐλέησόν με, ὁ Θεός,
κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον
τὸ ἀνόμημά μου.
Βασιλεῦ οὐράνιε,
Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ
θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον
ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.
Σῶσον, ὁ Θεός, τὸν λαόν
Σου... Κύριε, ἐλέησον (ιβ´). Ἐλέει
καὶ οἰκτιρμοῖς... Ἀμήν.
* * *
ΟΙ ΚΑΝΟΝΕΣ
Οἱ δύο κανόνες τοῦ Πεντηκοσταρίου μετὰ τῶν εἱρμῶν αὐτῶν «ἄνευ στίχων» (ἀλλὰ μετὰ τοῦ Δόξα, Καὶ νῦν, εἰς τὰ δύο τελευταῖα τροπάρια ἑκάστης ᾠδῆς τοῦ β´ κανόνος).
[Ὁ τοῦ βαρέος μετὰ τῶν Εἱρμῶν, εἰς δ/η´
καὶ ὁ τοῦ δ´ μετὰ τῶν Εἱρμῶν, εἰς δ/στ´.]
Ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς· Πεντηκοστὴν ἑορτάζομεν. Ποίημα Κοσμᾶ Μοναχοῦ.
ᾨδὴ α´. Ἦχος βαρύς. Ὁ Εἱρμός.
» Πόντῳ ἐκάλυψε Φαραὼ
σὺν ἅρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι· ᾄσωμεν αὐτῷ,
ὅτι δεδόξασται. (δίς)
Τροπάρια.
Ἔργῳ, ὡς πάλαι τοῖς Μαθηταῖς ἐπηγγείλω,
τὸ Παράκλητον Πνεῦμα ἐξαποστείλας Χριστέ, ἔλαμψας τῷ κόσμῳ φῶς, Φιλάνθρωπε.
Νόμῳ τὸ πάλαι προκηρυχθὲν καὶ Προφήταις,
ἐπληρώθη· τοῦ θείου Πνεύματος σήμερον, πᾶσι γὰρ πιστοῖς χάρις ἐκκέχυται.
Ἕτερος Κανὼν Ἰαμβικός.
Οὗ ἡ Ἀκροστιχὶς διὰ στίχων Ἡρωελεγείων·
Θειογενὲς Λόγε,
Πνεῦμα Παράκλητον πάλιν ἄλλον,
Ἐκ Γενέτου κόλπων ἦκας ἐπιχθονίοις,
Οἷα πυρὸς γλώσσῃσι φέρον Θεότητος ἀΰλου.
Σῆμα τεῆς φύτλης, καὶ χάριν ὑμνοπόλοις.
Ποίημα Κυρίου Ἰωάννου τοῦ Ἀρκλᾶ.
ᾨδὴ α´. Ἦχος δ´. Ὁ Εἱρμός.
» Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος
γνόφῳ.
» Ἐῤῥητόρευσε τὸν θεόγραφον νόμον·
» Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,
» Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος
» Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν. (δίς)
» Ἐῤῥητόρευσε τὸν θεόγραφον νόμον·
» Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,
» Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος
» Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν. (δίς)
Τροπάρια.
Δόξα.
Ἔφη τὸ σεπτὸν
καὶ σεβάσμιον στόμα·
Νοσφισμὸς ὑμῖν οὐ γενήσεται φίλοις.
Ἐγὼ γάρ εἰς πατρῷον ὕψιστον θρόνον
Συνεδριάζων, ἐκχεῶ τοῦ Πνεύματος,
Λάμψαι ποθοῦσι, τὴν χάριν τὴν ἄφθονον.
Νοσφισμὸς ὑμῖν οὐ γενήσεται φίλοις.
Ἐγὼ γάρ εἰς πατρῷον ὕψιστον θρόνον
Συνεδριάζων, ἐκχεῶ τοῦ Πνεύματος,
Λάμψαι ποθοῦσι, τὴν χάριν τὴν ἄφθονον.
Καὶ νῦν.
Ὄρος βεβηκώς,
ἀτρεκέστατος Λόγος,
Γαληνόμορφον ἐκτελεῖ τὴν καρδίαν·
Ἔργον γὰρ ἐκπεράνας, εὔφρανε φίλους,
Πνοῇ βιαίᾳ, καὶ πυρὸς γλωττήμασι,
Νείμας τὸ Πνεῦμα Χριστός, ὡς ὑπέσχετο.
Γαληνόμορφον ἐκτελεῖ τὴν καρδίαν·
Ἔργον γὰρ ἐκπεράνας, εὔφρανε φίλους,
Πνοῇ βιαίᾳ, καὶ πυρὸς γλωττήμασι,
Νείμας τὸ Πνεῦμα Χριστός, ὡς ὑπέσχετο.
ᾨδὴ γ´. Ὁ Εἱρμός.
» Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς, Χριστέ,
ἕως ἂν ἐνδύσησθε ἔφης, καθίσατε ἐν Ἱερουσαλήμ· ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον
ἄλλον, Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρὸς ἀποστελῶ, ἐν ᾧ στερεωθήσεσθε. (δίς)
Τροπάριον.
Ἡ τοῦ θείου Πνεύματος ἐπιδημήσασα δύναμις,
τὴν μερισθεῖσαν πάλαι φωνήν, κακῶς ὁμονοησάντων, εἰς μίαν ἁρμονίαν
θείως συνῆψε, γνῶσιν συνετίζουσα πιστοὺς τῆς Τριάδος, ἐν ᾗ ἐστερεώθημεν.
(δίς)
Εἱρμὸς ἄλλος.
» Ἔῤῥηξε γαστρὸς ἠτεκνωμένης
πέδας,
» Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης,
» Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι
» Ἄννης, φερούσης πνεῦμα συντετριμμένον,
» Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων. (δίς)
» Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης,
» Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι
» Ἄννης, φερούσης πνεῦμα συντετριμμένον,
» Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων. (δίς)
Τροπάρια.
Δόξα.
Ἄληπτός
ἐστιν ἡ Θεαρχικωτάτη·
Ῥήτρας γὰρ ἐξέφηνε τοὺς ἀγραμμάτους,
Ἅλις σοφιστὰς συστομίζοντας λόγῳ,
Καὶ τῆς βαθείας νυκτὸς ἐξαιρουμένους,
Λαοὺς ἀπείρους, ἀστραπῇ τοῦ Πνεύματος.
Ῥήτρας γὰρ ἐξέφηνε τοὺς ἀγραμμάτους,
Ἅλις σοφιστὰς συστομίζοντας λόγῳ,
Καὶ τῆς βαθείας νυκτὸς ἐξαιρουμένους,
Λαοὺς ἀπείρους, ἀστραπῇ τοῦ Πνεύματος.
Καὶ νῦν.
Ἦν ἐκπορευτὸν
ἐξ ἀγεννήτου φάους,
Τὸ πανσθενουργόφωτον ἄφθιτον σέλας,
Οὗ τὴν δι᾿ Υἱοῦ πατρικῆς ἐξουσίας,
Νῦν ἐμφανίζει συμφυῆ φρυκτωρίαν,
Πυρῶδες ἦχος ἐν Σιὼν τοῖς ἔθνεσιν.
Τὸ πανσθενουργόφωτον ἄφθιτον σέλας,
Οὗ τὴν δι᾿ Υἱοῦ πατρικῆς ἐξουσίας,
Νῦν ἐμφανίζει συμφυῆ φρυκτωρίαν,
Πυρῶδες ἦχος ἐν Σιὼν τοῖς ἔθνεσιν.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι
σὺ εἶ ὁ Θεὸς ἡμῶν...
* * *
ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ
Τῆς Ἑορτῆς. Ἦχος πλ. δ´. Τὸ προσταχθέν.
Οἱ τοῦ Σωτῆρος ἐρασταὶ
χαρᾶς ἐπλήσθησαν, καὶ θάρσος ἔλαβον, οἱ πρῴην δειλιῶντες, ὡς τὸ Πνεῦμα
τὸ ἅγιον σήμερον ἐξ ὕψους, κατῆλθεν ἐπὶ τὸν οἶκον τῶν Μαθητῶν, καὶ
ἄλλος ἄλλα ἐλάλει πρὸς τοὺς λαούς· γλῶσσαι γὰρ διεσπάρησαν, ὁρώμεναι
ὡσεὶ πυρός, καὶ τούτους οὐ κατέφλεξαν, ἀλλὰ μᾶλλον ἐδρόσισαν.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.
* * *
ᾨδὴ δ´. Ὁ Εἱρμός.
» Κατανοῶν ὁ Προφήτης, τὴν ἐπ᾿ ἐσχάτων σου
Χριστὲ ἔλευσιν, ἀνεβόα· τὴν σὴν εἰσακήκοα Κύριε δυναστείαν,
ὅτι πάντας τοῦ σῶσαι, τοὺς χριστούς σου
ἐλήλυθας. (δίς)
Τροπάρια.
Ὁ ἐν Προφήταις λαλήσας, καὶ διὰ νόμου κηρυχθείς,
πρῴην τοῖς ἀτελέσι, Θεὸς ἀληθὴς ὁ Παράκλητος, τοῖς τοῦ Λόγου ὑπηρέταις
καὶ μάρτυσι, γνωρίζεται σήμερον.
Σῆμα Θεότητος φέρον, τοῖς Ἀποστόλοις ἐν
πυρί, Πνεῦμα κατεμερίσθη, καὶ ξέναις ἐν γλώσσαις ἐνέφηνεν, ὡς πατρόθεν
θεῖον σθένος, ἐρχόμενον ἐστὶν αὐτοκέλευστον.
Εἱρμὸς ἄλλος.
» Ἄναξ ἀνάκτων, οἶος ἐξ οἴου μόνος,
» Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου.
» Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις,
» Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,
» ᾌδουσι· Δόξα τῷ κράτει σου, Κύριε.
» Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου.
» Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις,
» Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,
» ᾌδουσι· Δόξα τῷ κράτει σου, Κύριε.
Τροπάρια.
Λουτρὸν
τὸ θεῖον τῆς παλιγγενεσίας,
Λόγῳ κεραννὺς συντεθειμένῃ φύσει,
Ὀμβροβλυτεῖς μοι ῥεῖθρον ἐξ ἀκηράτου
Νενυγμένης σου πλευρᾶς, ὦ Θεοῦ Λόγε,
Ἐπισφραγίζων τῇ ζέσει τοῦ Πνεύματος.
Λόγῳ κεραννὺς συντεθειμένῃ φύσει,
Ὀμβροβλυτεῖς μοι ῥεῖθρον ἐξ ἀκηράτου
Νενυγμένης σου πλευρᾶς, ὦ Θεοῦ Λόγε,
Ἐπισφραγίζων τῇ ζέσει τοῦ Πνεύματος.
Δόξα.
Κάμπτει
τὰ πάντα τῷ Παρακλήτῳ γόνυ,
Γόνῳ τε Πατρός, Πατρὶ συμφυεστάτῳ·
Ἐν γὰρ προσώποις οἶδε τριττοῖς οὐσίαν,
Νημερτές, ἀπρόσιτον, ἄχρονον, μίαν·
Ἔλαμψε φῶς γὰρ ἡ χάρις τοῦ Πνεύματος.
Γόνῳ τε Πατρός, Πατρὶ συμφυεστάτῳ·
Ἐν γὰρ προσώποις οἶδε τριττοῖς οὐσίαν,
Νημερτές, ἀπρόσιτον, ἄχρονον, μίαν·
Ἔλαμψε φῶς γὰρ ἡ χάρις τοῦ Πνεύματος.
Καὶ νῦν.
Τελεῖσθε
πάντες τῇ Θεαρχικωτάτῃ,
Ὅσοι λατρευταὶ τῆς τριφεγγοῦς οὐσίας·
Ὑπερφυῶς τελεῖ γὰρ ὡς εὐεργέτης,
Καὶ πυρσολαμπεῖ Χριστὸς εἰς σωτηρίαν,
Ὅλην πορίζων τὴν χάριν τοῦ Πνεύματος.
Ὅσοι λατρευταὶ τῆς τριφεγγοῦς οὐσίας·
Ὑπερφυῶς τελεῖ γὰρ ὡς εὐεργέτης,
Καὶ πυρσολαμπεῖ Χριστὸς εἰς σωτηρίαν,
Ὅλην πορίζων τὴν χάριν τοῦ Πνεύματος.
ᾨδὴ ε´. Ὁ Εἱρμός.
» Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ
τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς
καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται· φῶς
γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα. (δίς)
Τροπάριον.
Ἡ ἐπιφοιτήσασα ἰσχὺς σήμερον, αὕτη
Πνεῦμα ἀγαθόν· Πνεῦμα σοφίας Θεοῦ· Πνεῦμα ἐκ Πατρὸς ἐκπορευτόν,
καὶ δι᾿ Υἱοῦ πιστοῖς ἡμῖν πεφηνός· μεταδοτικόν, ἐν οἷς κατοικίζεται
φύσει, τῆς ἐν ᾗ κατοπτεύεται ἁγιότητος. (δίς)
Εἱρμὸς ἄλλος.
» Λυτήριον κάθαρσιν ἀμπλακημάτων,
» Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,
» Ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας·
» Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος,
» Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις.
» Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,
» Ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας·
» Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος,
» Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις.
Τροπάρια.
Δόξα.
Καθώς περ
εὐδόκησεν αὐτεξουσίως,
Ἀδέσποτον κάτεισι Πνεῦμα πατρόθεν,
Σοφίζον ἐν γλώσσῃσι τοὺς Ἀποστόλους
Ἐπισφραγίζον τὸν φερέσβιον Λόγον,
Πατροσθενὲς ξύμμορφον, ὃν Σωτὴρ ἔφη.
Ἀδέσποτον κάτεισι Πνεῦμα πατρόθεν,
Σοφίζον ἐν γλώσσῃσι τοὺς Ἀποστόλους
Ἐπισφραγίζον τὸν φερέσβιον Λόγον,
Πατροσθενὲς ξύμμορφον, ὃν Σωτὴρ ἔφη.
Καὶ νῦν.
Ἰῆτο τὰς
φρένας μὲν ἐξ ἁμαρτίας,
Χ᾿ αὑτῷ κατεσκεύαζε τῶν Ἀποστόλων,
Θεὸς Λόγος πάνταρχος, ἄχραντον δόμον·
Ὁμοσθενοῦς δὲ καὶ συνουσιουμένου,
Νῦν ἐγκατοικίζεται Πνεύματος φάος.
Χ᾿ αὑτῷ κατεσκεύαζε τῶν Ἀποστόλων,
Θεὸς Λόγος πάνταρχος, ἄχραντον δόμον·
Ὁμοσθενοῦς δὲ καὶ συνουσιουμένου,
Νῦν ἐγκατοικίζεται Πνεύματος φάος.
ᾨδὴ στ´. Ὁ Εἱρμός.
» Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων,
συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ
σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε. (δίς)
Τροπάριον.
Ἐκ τοῦ Πνεύματός σου, σάρκα ἐπὶ πᾶσαν, ὡς
εἶπας, πλουσίως ἐξέχεας, καὶ ἐπληρώθη τῆς σῆς ἡ σύμπασα γνώσεως Κύριε·
ὅτι ἐκ Πατρὸς Υἱὸς ἀῤῥεύστως ἔφυς, καὶ τὸ Πνεῦμα ἀμερίστως πρόεισιν. (δίς)
Εἱρμὸς ἄλλος.
» Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,
» Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,
» Ἵν᾿ ὡς Προφήτην θηρὸς ἐκ θαλαττίου,
» Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς,
» Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα. (δίς)
» Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,
» Ἵν᾿ ὡς Προφήτην θηρὸς ἐκ θαλαττίου,
» Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς,
» Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα. (δίς)
Τροπάρια.
Δόξα.
Ἱμερτὸν
ἡμῖν εὐθὲς ἐν τοῖς ἐγκάτοις,
Αἰωνίως ἕξουσι Πνεῦμα καινίσαις,
Πατροπροβλήτως πάντοτε ξυνημμένον,
Ὕλης ἀπεχθοῦς καυστικῶν μολυσμάτων,
Ῥύπου τε φρενῶν ῥυπτικὸν Παντοκράτορ.
Αἰωνίως ἕξουσι Πνεῦμα καινίσαις,
Πατροπροβλήτως πάντοτε ξυνημμένον,
Ὕλης ἀπεχθοῦς καυστικῶν μολυσμάτων,
Ῥύπου τε φρενῶν ῥυπτικὸν Παντοκράτορ.
Καὶ νῦν.
Ὀρεκτὸν
ἀξίωμα τοῖς Ἀποστόλοις,
Σιωνίταις μίμνουσι σὴν παρουσίαν,
Γνώρισμα Πνεῦμα πατρογεννήτου Λόγου,
Λέσχην ἀπηνῆ τῶν ἐθνῶν ποππυσμάτων,
Ὤκιστα δεικνύς, πυρπνόως καθιδρύεις.
Σιωνίταις μίμνουσι σὴν παρουσίαν,
Γνώρισμα Πνεῦμα πατρογεννήτου Λόγου,
Λέσχην ἀπηνῆ τῶν ἐθνῶν ποππυσμάτων,
Ὤκιστα δεικνύς, πυρπνόως καθιδρύεις.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Σὺ
γὰρ εἶ ὁ Βασιλεύς...
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ
Κοντάκιον καὶ Οἶκος τῆς Πεντηκοστῆς.
Κοντάκιον. Ἦχος πλ. δ´.
Ὅτε καταβὰς τὰς γλώσσας
συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος· ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν,
εἰς ἑνότητα πάντας ἐκάλεσε· καὶ συμφώνως δοξάζομεν τὸ Πανάγιον
Πνεῦμα.
Ὁ Οἶκος.
Ταχεῖαν καὶ σταθηρὰν
δίδου παραμυθίαν τοῖς δούλοις σου, Ἰησοῦ, ἐν τῷ ἀκηδιάσαι τὰ πνεύματα
ἡμῶν· μὴ χωρίζου τῶν ψυχῶν ἡμῶν ἐν θλίψεσι, μὴ μακρύνου τῶν φρενῶν ἡμῶν
ἐν περιστάσεσιν, ἀλλὰ ἀεὶ ἡμᾶς πρόφθασον. Ἔγγισον ἡμῖν, ἔγγισον ὁ
πανταχοῦ· ὥς περ καὶ τοῖς Ἀποστόλοις σου πάντοτε συνῇς, οὕτω καὶ τοῖς
σὲ ποθοῦσιν ἕνωσον σαυτὸν Οἰκτίρμον, ἵνα συνημμένοι σοι ὑμνῶμεν,
καὶ δοξολογῶμεν τὸ πανάγιόν σου Πνεῦμα.
Συναξάριον.
Τῇ Γ´ τοῦ αὐτοῦ μηνὸς
μνήμη τοῦ Ἁγίου Μάρτυρος Λουκιλλιανοῦ, Παύλης, καὶ τῶν σὺν αὐτοῖς νηπίων,
Κλαυδίου, Ὑπατίου, Παύλου καὶ Διονυσίου.
Στίχ. Λουκιλλιανὸς
σὺν Παῦλα τε νηπίοις,
Αἵματι ὠνήσαντο Μαρτύρων στέφη.
Αἵματι ὠνήσαντο Μαρτύρων στέφη.
Σταυρῷ ἀμφὶ τρίτην Λουκιλλιανὸς τετάνυστο.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ θαυματουργοῦ.
Στίχ. Ἀθανασίῳ
ἀθανασίας στέφος,
Ὁσιότης καὶ τὰ θαύματα πέλει.
Ὁσιότης καὶ τὰ θαύματα πέλει.
Ἡ Ὁσία Ἱερία ἐν εἰρήνῃ
τελειοῦται.
Στίχ. Οὖσα φρονουσῶν
τοῦ μέρους Ἱερία,
Νυμφῶνος οὐκ ἔμεινεν ἔξω Κυρίου.
Νυμφῶνος οὐκ ἔμεινεν ἔξω Κυρίου.
Ὁ Ὅσιος Πάππος ἐν εἰρήνῃ
τελειοῦται.
Στίχ. Τέθνηκεν
Πάππος, οὐχὶ πάππος ἐγγόνων,
Πατὴρ δὲ μᾶλλον ἀρετῶν θυγατέρων.
Πατὴρ δὲ μᾶλλον ἀρετῶν θυγατέρων.
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ
ὀγδόῃ ἀπὸ τοῦ Πάσχα, τὴν ἁγίαν Πεντηκοστὴν ἑορτάζομεν.
Στίχ. Πνοῇ βιαίᾳ γλωσσοπυρσεύτως
νέμει,
Χριστὸς τὸ θεῖον Πνεῦμα τοῖς Ἀποστόλοις.
Χριστὸς τὸ θεῖον Πνεῦμα τοῖς Ἀποστόλοις.
Ἐκκέχυται μεγάλῳ ἑνὶ ἤματι Πνεῦμ᾿ ἁλιεῦσι.
Ταῖς τῶν ἁγίων Ἀποστόλων
πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.
* * *
ᾨδὴ ζ´. Ὁ Εἱρμός.
» Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι
Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνῳδίας, οὕτω βοῶντες·
Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. (δίς)
Τροπάρια.
Ῥητορευόντων τὰ θεῖα μεγαλεῖα τῶν Ἀποστόλων,
τοῦ Πνεύματος ἡ ἐνέργεια, ἐνομίζετο μέθη τοῖς ἀπιστοῦσι, δι᾿ ἧς
Τριὰς γνωρίζεται, εἷς Θεὸς τῶν Πατέρων ἡμῶν.
Τὴν ἀδιαίρετον φύσιν ὀρθοδόξως θεολογοῦμεν,
Θεὸν Πατέρα τὸν ἄναρχον, τῆς αὐτῆς ἐξουσίας Λόγον καὶ Πνεῦμα,
Εὐλογητὸς εἶ, κράζοντες, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Εἱρμὸς ἄλλος.
» Σύμφωνον ἐθρόησεν ὀργάνων
μέλος,
» Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας·
» Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,
» Σεβασμιάζει τοῦ βοᾶν· Τριὰς μόνη,
» Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ.
» Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας·
» Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,
» Σεβασμιάζει τοῦ βοᾶν· Τριὰς μόνη,
» Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ.
Τροπάρια.
Φωνὴν προφητόφθεγκτον
ἠγνοηκότες,
Ἔφασκον οἰνότευκτον ἄφρονες μέθην,
Ῥήσεις ξενηκούσθησαν ὡς Ἀποστόλων·
Οἱ εὐσεβεῖς δέ, σοὶ βοῶμεν ἐνθέως·
Νεουργέ τοῦ σύμπαντος, εὐλογητὸς εἶ.
Ἔφασκον οἰνότευκτον ἄφρονες μέθην,
Ῥήσεις ξενηκούσθησαν ὡς Ἀποστόλων·
Οἱ εὐσεβεῖς δέ, σοὶ βοῶμεν ἐνθέως·
Νεουργέ τοῦ σύμπαντος, εὐλογητὸς εἶ.
Δόξα.
Θέσπιν κατεβρόντησεν
ὁ βλέπων ὄπα,
Ἔνθους Ἰωὴλ τοῦ θεαρχικωτάτου,
Οἷς ἐκχεῶ, φήσαντος οἷά περ Λόγου,
Τοῦ Πνεύματός μου, συμβοήσουσι· Φύσις,
Ἡ τρισσοφεγγόφωτος, εὐλογητὸς εἶ.
Ἔνθους Ἰωὴλ τοῦ θεαρχικωτάτου,
Οἷς ἐκχεῶ, φήσαντος οἷά περ Λόγου,
Τοῦ Πνεύματός μου, συμβοήσουσι· Φύσις,
Ἡ τρισσοφεγγόφωτος, εὐλογητὸς εἶ.
Καὶ νῦν.
Τριττὴ
μὲν εὐμοίρησεν ὡρῶν τὴν χάριν,
Ὅπως ὑπεμφήνειε τρεῖς ὑποστάσεις,
Σέβειν ἐν ἁπλότητι τῆς ἐξουσίας·
Ἀλλ᾿ ἐν μιᾷ νῦν ἡμερῶν τῇ Κυρίᾳ,
Υἱὸς Πατήρ, καὶ Πνεῦμα, εὐλογητὸς εἶ.
Ὅπως ὑπεμφήνειε τρεῖς ὑποστάσεις,
Σέβειν ἐν ἁπλότητι τῆς ἐξουσίας·
Ἀλλ᾿ ἐν μιᾷ νῦν ἡμερῶν τῇ Κυρίᾳ,
Υἱὸς Πατήρ, καὶ Πνεῦμα, εὐλογητὸς εἶ.
ᾨδὴ η´. Ὁ Εἱρμός.
» Ἄφλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βάτος
Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ· καὶ Παῖδας ζῆλος Θεοῦ,
τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε,
καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. (δίς)
Τροπάρια.
Ζωτικῆς ἐξ ὕψους βιαίας φερομένης, ἠχητικῶς
τοῦ Πνεύματος τοῦ παναγίου, ἁλιεῦσι πνοῆς, πυρίνων εἴδει γλωσσῶν,
τὰ μεγαλεῖα τοῦ Θεοῦ ἐῤῥητορεύοντο· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε,
καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Οἱ μὴ θιγομένῳ προβαίνοντες ἐν ὄρει, μὴ
πεφρικότες πῦρ δειματοῦν, δεῦτε καὶ στῶμεν ἐν τῷ ὄρει Σιών, ἐν πόλει
ζῶντος Θεοῦ, πνευματοφόροις Μαθηταῖς νῦν συγχορεύοντες· Πάντα τὰ
ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Εἱρμὸς ἄλλος.
» Λύει τὰ δεσμὰ καὶ δροσίζει
τὴν φλόγα,
» Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος,
» Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον,
» Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην,
» Ἡ δημιουργηθεῖσα σύμπασα κτίσις.
» Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος,
» Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον,
» Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην,
» Ἡ δημιουργηθεῖσα σύμπασα κτίσις.
Τροπάρια.
Μνήμην ὁ
Χριστὸς τῶν βροτοσσόων ἐπῶν,
Ἃ πατρακουσθεὶς τοῖς Ἀποστόλοις ἔφη,
Τὸ Πνεῦμα τεύχει γλωσσοπυρσεύτῳ θέᾳ,
Ἐφίζον· εὐλογητὸν οἰκειουμένη,
Ἠλλοτριωμένη δὲ μέλπει σε κτίσις.
Ἃ πατρακουσθεὶς τοῖς Ἀποστόλοις ἔφη,
Τὸ Πνεῦμα τεύχει γλωσσοπυρσεύτῳ θέᾳ,
Ἐφίζον· εὐλογητὸν οἰκειουμένη,
Ἠλλοτριωμένη δὲ μέλπει σε κτίσις.
Δόξα.
Σωτηριωδῶς,
αὐτοδεσπότως ἰόν,
Φῶς αὐτολαμπές, καὶ παρεκτικὸν φάους,
Ὑπάρχον, ἦκες ἐμφοροῦν Ἀποστόλοις,
Τιμῆεν ὡς ἄημα· τοῖς σοῖς οἰκέταις,
Λελιπαρημένον δὲ Πνεῦμα προσνέμοις.
Φῶς αὐτολαμπές, καὶ παρεκτικὸν φάους,
Ὑπάρχον, ἦκες ἐμφοροῦν Ἀποστόλοις,
Τιμῆεν ὡς ἄημα· τοῖς σοῖς οἰκέταις,
Λελιπαρημένον δὲ Πνεῦμα προσνέμοις.
Καὶ νῦν.
ᾞσε Προφητῶν
πνευματέμφορον στόμα,
Σὴν σωματωδῶς, ὦ μέδων, ἐνδημίαν,
Καὶ Πνεῦμα κόλπων πατρικῶν προηγμένον,
Ἀκτιστοσυμπλαστουργοσύνθρονον σέθεν,
Ἱεὶς ἐνανθρωπήσεως πιστοῖς σέβας.
Σὴν σωματωδῶς, ὦ μέδων, ἐνδημίαν,
Καὶ Πνεῦμα κόλπων πατρικῶν προηγμένον,
Ἀκτιστοσυμπλαστουργοσύνθρονον σέθεν,
Ἱεὶς ἐνανθρωπήσεως πιστοῖς σέβας.
* * *
ΚΑΤΑΒΑΣΙΑΙ
Τῆς Πεντηκοστῆς (Πεζαὶ καὶ ἰαμβικαί)
Ψάλλονται ἀμφότεραι τῇ Κυριακῇ τῆς Πεντηκοστῆς καὶ εἰς τὴν ἀπόδοσιν
αὐτῆς, μόναι δὲ αἱ ἰαμβικαὶ ἀπὸ τῆς Ἀναλήψεως μέχρι τῆς ἀποδόσεως
αὐτῆς καὶ ἀπὸ τῆς Δευτέρας τοῦ Ἁγίου Πνεύματος μέχρι τῆς Παρασκευῆς
μετὰ τὴν Πεντηκοστήν.
ᾨδὴ α´. Ἦχος βαρύς.
Πόντῳ * ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν * ὁ συντρίβων πολέμους * ἐν ὑψηλῷ βραχίονι· *
ᾄσωμεν αὐτῷ, * ὅτι δεδόξασται.
Ἰαμβική. Ἦχος δ´.
Θείῳ
καλυφθεὶς * ὁ βραδύγλωσσος γνόφῳ,
Ἐρρητόρευσε * τὸν θεόγραφον νόμον·
Ἰλὺν γὰρ ἐκτινάξας * ὄμματος νόου,
Ὁρᾷ τὸν ὄντα * καὶ μυεῖται Πνεύματος
Γνῶσιν, γεραίρων * ἐνθέοις τοῖς ᾄσμασιν.
Ἐρρητόρευσε * τὸν θεόγραφον νόμον·
Ἰλὺν γὰρ ἐκτινάξας * ὄμματος νόου,
Ὁρᾷ τὸν ὄντα * καὶ μυεῖται Πνεύματος
Γνῶσιν, γεραίρων * ἐνθέοις τοῖς ᾄσμασιν.
ᾨδὴ γ´. Ἦχος βαρύς.
Τὴν ἐξ ὕψους δύναμιν * τοῖς μαθηταῖς, Χριστέ, * ἕως ἂν ἐνδύσησθε, ἔφης, * καθίσατε ἐν Ἱερουσαλήμ· * ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, * Πνεῦμα τὸ ἐμόν τε *
καὶ Πατρὸς ἀποστελῶ, * ἐν ᾧ στερεωθήσεσθε.
Ἰαμβική. Ἦχος δ´.
Ἔρρηξε
γαστρὸς * ἠτεκνωμένης πέδας,
Ὕβριν τε δυσκάθεκτον * εὐτεκνουμένης,
Μόνη προσευχὴ * τῆς προφήτιδος πάλαι
Ἄννης, φερούσης * πνεῦμα συντετριμμένον,
Πρὸς τὸν δυνάστην * καὶ Θεὸν τῶν γνώσεων.
Ὕβριν τε δυσκάθεκτον * εὐτεκνουμένης,
Μόνη προσευχὴ * τῆς προφήτιδος πάλαι
Ἄννης, φερούσης * πνεῦμα συντετριμμένον,
Πρὸς τὸν δυνάστην * καὶ Θεὸν τῶν γνώσεων.
ᾨδὴ δ´. Ἦχος βαρύς.
Κατανοῶν ὁ προφήτης * τὴν ἐπ᾿ ἐσχάτων σου, Χριστέ, * ἔλευσιν, ἀνεβόα· *
Τὴν σὴν εἰσακήκοα, Κύριε, * δυναστείαν,
ὅτι πάντας * τοῦ σῶσαι τοὺς χριστούς σου
ἐλήλυθας.
Ἰαμβική. Ἦχος δ´.
Ἄναξ
ἀνάκτων, * οἷος ἐξ οἵου μόνος,
Λόγος προελθὼν * Πατρὸς ἐξ ἀναιτίου,
Ἰσοσθενές σου * Πνεῦμα τοῖς ἀποστόλοις
Νημερτὲς ἐξέπεμψας * ὡς εὐεργέτης,
ᾌδουσι· Δόξα * τῷ κράτει σου, Κύριε.
Λόγος προελθὼν * Πατρὸς ἐξ ἀναιτίου,
Ἰσοσθενές σου * Πνεῦμα τοῖς ἀποστόλοις
Νημερτὲς ἐξέπεμψας * ὡς εὐεργέτης,
ᾌδουσι· Δόξα * τῷ κράτει σου, Κύριε.
ᾨδὴ ε´. Ἦχος βαρύς.
Τὸ διὰ τὸν φόβον σου * ληφθέν, Κύριε, *
ἐν γαστρὶ τῶν προφητῶν * καὶ κυηθὲν ἐπὶ
τῆς γῆς * Πνεῦμα σωτηρίας, * ἀποστολικὰς καρδίας * κτίζει καθαρὰς *
καὶ ἐν τοῖς πιστοῖς * εὐθὲς ἐγκαινίζεται·
* φῶς γὰρ καὶ εἰρήνη * διότι τὰ σὰ προστάγματα.
Ἰαμβική. Ἦχος δ´.
Λυτήριον
κάθαρσιν * ἀμπλακημάτων,
Πυρίπνοον δέξασθε * Πνεύματος δρόσον,
Ὦ τέκνα φωτόμορφα * τῆς Ἐκκλησίας·
Νῦν ἐκ Σιὼν γὰρ * ἐξελήλυθε νόμος,
Ἡ γλωσσοπυρσόμορφος * Πνεύματος χάρις.
Πυρίπνοον δέξασθε * Πνεύματος δρόσον,
Ὦ τέκνα φωτόμορφα * τῆς Ἐκκλησίας·
Νῦν ἐκ Σιὼν γὰρ * ἐξελήλυθε νόμος,
Ἡ γλωσσοπυρσόμορφος * Πνεύματος χάρις.
ᾨδὴ στ´. Ἦχος βαρύς.
Ναυτιῶν τῷ σάλῳ * τῶν βιοτικῶν μελημάτων, * συμπλόοις ποντούμενος ἁμαρτίαις * καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, * ὡς ὁ Ἰωνᾶς, Χριστέ, βοῶ σοι· * Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε.
Ἰαμβική. Ἦχος δ´.
Ἱλασμὸς
ἡμῖν, * Χριστέ, καὶ σωτηρία
Ὁ Δεσπότης ἔλαμψας * ἐκ τῆς Παρθένου,
Ἵν᾿, ὡς προφήτην * θηρὸς ἐκ θαλαττίου
Στέρνων Ἰωνᾶν, * τῆς φθορᾶς διαρπάσῃς
Ὅλον τὸν Ἀδὰμ * παγγενῆ πεπτωκότα.
Ὁ Δεσπότης ἔλαμψας * ἐκ τῆς Παρθένου,
Ἵν᾿, ὡς προφήτην * θηρὸς ἐκ θαλαττίου
Στέρνων Ἰωνᾶν, * τῆς φθορᾶς διαρπάσῃς
Ὅλον τὸν Ἀδὰμ * παγγενῆ πεπτωκότα.
ᾨδὴ ζ´. Ἦχος βαρύς.
Οἱ ἐν καμίνῳ τοῦ πυρὸς
* ἐμβληθέντες ὅσιοι παῖδες * τὸ πῦρ εἰς δρόσον μετέβαλον * διὰ τῆς ὑμνῳδίας, *
οὕτω βοῶντες· * Εὐλογητὸς εἶ, Κύριε,
* ὁ Θεὸς τῶν πατέρων ἡμῶν.
Ἰαμβική. Ἦχος δ´.
Σύμφωνον
ἐθρόησεν * ὀργάνων μέλος
Σέβειν τὸ χρυσότευκτον * ἄψυχον βρέτας·
Ἡ τοῦ Παρακλήτου δὲ * φωσφόρος χάρις
Σεβασμιάζει * τοῦ βοᾶν· Τριὰς μόνη,
Ἰσοσθενής, ἄναρχος, * εὐλογητὸς εἶ.
Σέβειν τὸ χρυσότευκτον * ἄψυχον βρέτας·
Ἡ τοῦ Παρακλήτου δὲ * φωσφόρος χάρις
Σεβασμιάζει * τοῦ βοᾶν· Τριὰς μόνη,
Ἰσοσθενής, ἄναρχος, * εὐλογητὸς εἶ.
ᾨδὴ η´. Ἦχος βαρύς.
Αἰνοῦμεν, εὐλογοῦμεν,
καὶ προσκυνοῦμεν
τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.
τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.
Ἄφλεκτος πυρὶ * ἐν Σινᾷ προσομιλοῦσα * βάτος Θεὸν ἐγνώρισε * τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσῇ· * καὶ παῖδας ζῆλος Θεοῦ *
τρεῖς ἀναλώτους τῷ πυρὶ * ὑμνῳδοὺς ἔδειξε·
* Πάντα τὰ ἔργα Κυρίου * τὸν Κύριον ὑμνεῖτε *
καὶ ὑπερυψοῦτε * εἰς πάντας τοὺς αἰῶνας.
Ἰαμβική. Ἦχος δ´.
Λύει
τὰ δεσμὰ * καὶ δροσίζει τὴν φλόγα
Ὁ τρισσοφεγγὴς * τῆς θεαρχίας τύπος.
Ὑμνοῦσι παῖδες, * εὐλογεῖ δὲ τὸν μόνον
Σωτῆρα καὶ παντουργὸν * ὡς εὐεργέτην
Ἡ δημιουργηθεῖσα * σύμπασα κτίσις.
Ὁ τρισσοφεγγὴς * τῆς θεαρχίας τύπος.
Ὑμνοῦσι παῖδες, * εὐλογεῖ δὲ τὸν μόνον
Σωτῆρα καὶ παντουργὸν * ὡς εὐεργέτην
Ἡ δημιουργηθεῖσα * σύμπασα κτίσις.
* * *
Ὁ διάκονος·
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν.
Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ
Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται.
Ἐκ τῶν Κανόνων τῆς Ἑορτῆς.
Ἀντὶ τῆς στιχολογίας τῆς ᾠδῆς τῆς Θεοτόκου,
ψάλλεται ἡ θ´ ᾠδὴ τῶν κανόνων [τοῦ μὲν α´ μετὰ στίχου «Δόξα
σοι, ὁ Θεὸς ἡμῶν,
δόξα σοι», τοῦ δὲ β´ μετὰ τοῦ μεγαλυναρίου «Ἀπόστολοι τὴν χάριν
τοῦ Παρακλήτου,
λαβόντες ἐξεπλήττοντο,
ἑτέραις
γλώσσαις λαλοῦντες, καθὼς
τὸ Πνεῦμα ἐδίδου».
ᾨδὴ θ´. Ὁ Εἱρμός.
» Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ
παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε,
δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου Πλαστουργοῦ σου, σὲ μεγαλύνομεν.
(δίς)
Τροπάρια.
Ἐπιπαφλάζοντος πάλαι πυρίνου ἅρματος,
ὁ ζηλωτὴς καὶ πυρίπνους χαίρων ὀχούμενος, τὴν νῦν ἐκλάμψασαν ἐπίπνοιαν
ἐδήλου, ἐξ ὕψους Ἀποστόλοις, ὑφ᾿ ἧς καταλαμφθέντες, τὴν Τριάδα πᾶσιν
ἐγνώρισαν.
Νόμου τῶν φύσεων δίχα ξένον ἠκούετο·
τῶν Μαθητῶν τῆς μιᾶς γὰρ φωνῆς ἀπηχουμένης, Πνεύματος χάριτι,
ποικίλως, ἐνηχοῦντο, λαοί, φυλαὶ καὶ γλῶσσαι, τὰ θεῖα μεγαλεῖα, τῆς
Τριάδος γνῶσιν μυούμενοι.
Εἱρμὸς ἄλλος.
» Χαίροις Ἄνασσα, μητροπάρθενον
κλέος·
» Ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,
» Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως·
» Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον
» Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν. (δίς)
» Ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,
» Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως·
» Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον
» Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν. (δίς)
Τροπάρια.
Δόξα.
Ὕδειν ἔοικε
τὴν φυσίζωον Κόρην·
Μόνη γὰρ ἐν δίνῃσι κεκρύφει Λόγον,
Νοσοῦσαν ἀλθαίνοντα τὴν βροτῶν φύσιν·
Ὃς δεξιοῖς κλισμοῖσι νῦν ἱδρυμένος
Πατρός, πέπομφε τὴν χάριν τοῦ Πνεύματος.
Μόνη γὰρ ἐν δίνῃσι κεκρύφει Λόγον,
Νοσοῦσαν ἀλθαίνοντα τὴν βροτῶν φύσιν·
Ὃς δεξιοῖς κλισμοῖσι νῦν ἱδρυμένος
Πατρός, πέπομφε τὴν χάριν τοῦ Πνεύματος.
Καὶ νῦν.
Ὅσοις ἔπνευσεν
ἡ θεόῤῥυτος χάρις,
Λάμποντες, ἀστράπτοντες, ἠλλοιωμένοι,
Ὀθνείαν ἀλλοίωσιν εὐπρεπεστάτην,
Ἰσοσθενοῦσαν τὴν ἄτμητον εἰδότες,
Σοφὴν τρίφεγγον οὐσίαν δοξάζομεν.
Λάμποντες, ἀστράπτοντες, ἠλλοιωμένοι,
Ὀθνείαν ἀλλοίωσιν εὐπρεπεστάτην,
Ἰσοσθενοῦσαν τὴν ἄτμητον εἰδότες,
Σοφὴν τρίφεγγον οὐσίαν δοξάζομεν.
Καταβασία.
ᾨδὴ θ´. Ἦχος βαρύς.
Μὴ τῆς φθορᾶς διαπείρᾳ * κυοφορήσασα
* καὶ παντεχνήμονι Λόγῳ * σάρκα δανείσασα, * Μῆτερ ἀπείρανδρε,
* Παρθένε Θεοτόκε, * δοχεῖον τοῦ ἀστέκτου, * χωρίον
τοῦ ἀπείρου * πλαστουργοῦ σου, σὲ μεγαλύνομεν.
Ἰαμβική. Ἦχος δ´.
Χαίροις,
ἄνασσα, * μητροπάρθενον κλέος·
Ἅπαν γὰρ εὐδίνητον * εὔλαλον στόμα
Ῥητρεῦον οὐ σθένει σε * μέλπειν ἀξίως·
Ἰλιγγιᾷ δὲ νοῦς * ἅπας σου τὸν τόκον
Νοεῖν· ὅθεν σε * συμφώνως δοξάζομεν.
Ἅπαν γὰρ εὐδίνητον * εὔλαλον στόμα
Ῥητρεῦον οὐ σθένει σε * μέλπειν ἀξίως·
Ἰλιγγιᾷ δὲ νοῦς * ἅπας σου τὸν τόκον
Νοεῖν· ὅθεν σε * συμφώνως δοξάζομεν.
Συναπτὴ μικρά,
μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι
σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...
* * *
ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἦχος γ´. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τὸ πανάγιον Πνεῦμα, τὸ προϊὸν ἐκ τοῦ Πατρός,
καὶ δι᾿ Υἱοῦ ἐνδημῆσαν, τοῖς ἀγραμμάτοις Μαθηταῖς, τοὺς σὲ Θεὸν ἐπιγνόντας,
σῶσον, ἁγίασον πάντας. (δίς)
Ἕτερον. Ἦχος ὁ αὐτός.
Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος, φῶς καὶ τὸ
ἅγιον Πνεῦμα, ὅπερ ἐν γλώσσαις πυρίναις, τοῖς Ἀποστόλοις ἐπέμφθη·
καὶ δι᾿ αὐτοῦ πᾶς ὁ κόσμος φωταγωγεῖται, Τριάδα σέβειν ἁγίαν.
* * *
ΑΙΝΟΙ
Ἦχος δ´.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν
Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.
Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες
οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει
ὕμνος τῷ Θεῷ.
Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί·
Ἱστῶμεν στίχους δ´, καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Ἰδιόμελα δευτεροῦντες τὸ α´.
Ἦχος δ´.
Στίχ. α´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις
αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ
πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Παράδοξα σήμερον, εἶδον
τὰ ἔθνη πάντα ἐν πόλει Δαυΐδ, ὅτε τὸ Πνεῦμα κατῆλθε τὸ ἅγιον ἐν πυρίναις
γλώσσαις, καθὼς ὁ θεηγόρος Λουκᾶς ἀπεφθέγξατο. Φησὶ γάρ· Συνηγμένων
τῶν Μαθητῶν τοῦ Χριστοῦ, ἐγένετο ἦχος, καθάπερ φερομένης βιαίας
πνοῆς, καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι· καὶ πάντες ἤρξαντο
φθέγγεσθαι, ξένοις ῥήμασι, ξένοις δόγμασι, ξένοις διδάγμασι, τῆς ἁγίας
Τριάδος.
Στίχ. β´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος·
αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ
καὶ κιθάρᾳ.
Παράδοξα σήμερον, …
Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ
χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς
καὶ ὀργάνῳ.
Τὸ Πνεῦμα τὸ ἅγιον, ἦν
μὲν ἀεί, καὶ ἔστι καὶ ἔσται, οὔτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ᾿ ἀεὶ
Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμούμενον· ζωή, καὶ ζωοποιοῦν·
φῶς καὶ φωτὸς χορηγόν· αὐτάγαθον, καὶ πηγὴ ἀγαθότητος· δι᾿ οὗ Πατὴρ
γνωρίζεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρὰ πάντων γινώσκεται, μία δύναμις,
μία σύνταξις, μία προσκύνησις, τῆς ἁγίας Τριάδος.
Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω
τὸν Κύριον.
Τὸ Πνεῦμα τὸ ἅγιον,
φῶς, καὶ ζωή, καὶ ζῶσα πηγὴ νοερά. Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως·
ἀγαθόν, εὐθές, νοερόν, ἡγεμονεῦον, καθαῖρον τὰ πταίσματα. Θεὸς
καὶ θεοποιοῦν· πῦρ, ἐκ πυρὸς προϊόν, λαλοῦν, ἐνεργοῦν, διαιροῦν τὰ
χαρίσματα· δι᾿ οὗ Προφῆται ἅπαντες, καὶ Θεοῦ Ἀπόστολοι, μετὰ Μαρτύρων
ἐστέφθησαν. Ξένον ἄκουσμα, ξένον θέαμα, πῦρ διαιρούμενον εἰς νομὰς
χαρισμάτων.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. β´.
Βασιλεῦ οὐράνιε, Παράκλητε,
τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς
τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθέ, καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον
ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.
* * *
Καὶ εὐθὺς ψάλλεται
εἰς τὸν αὐτὸν ἦχον
Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τῷ δείξαντι
τὸ φῶς. * Δόξα ἐν ὑψίστοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, *
ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, *
προσκυνοῦμέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι *
διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, *
Πάτερ παντοκράτορ· * Κύριε Υἱὲ μονογενές,
* Ἰησοῦ Χριστέ, *
καὶ ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, *
ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν
τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν
ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός,
* καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος ἅγιος,
* σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, *
εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ᾿ ἑκάστην ἡμέραν
εὐλογήσω σε * καὶ αἰνέσω τὸ ὄνομά σου
εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ *
ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε,
* ὁ Θεὸς τῶν πατέρων ἡμῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά
σου * εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, * καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε·
* δίδαξόν με τὰ δικαιώματά σου. (ἐκ γ´)
Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. *
Ἐγὼ εἶπα· * Κύριε, ἐλέησόν με· * ἴασαι τὴν ψυχήν μου, *
ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον·
* δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς·
* ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός
σου * τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, *
ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς. (ἐκ γ´)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ
ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἅγιος ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ·
Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός,
* ἅγιος
ἀθάνατος· * ἐλέησον ἡμᾶς.
Καὶ τὸ ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος πλ. δ´.
Εὐλογητὸς εἶ, Χριστὲ
ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς
τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι᾿ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, Φιλάνθρωπε,
δόξα σοι. (ἅπαξ)
* * * * *
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ὁ διάκονος τὰ εἰρηνικὰ
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι πρέπει σοι πᾶσα
δόξα…
Τὰ Τυπικά, οἱ Μακαρισμοί,
καὶ ἐκ τῶν Κανόνων ἡ γ´ καὶ ἡ Ϛ´ ᾠδή.
Εἰ δὲ μή, τὰ Ἀντίφωνα τῆς ἑορτῆς.
Ἀντίφωνον Α´. Ἦχος β´. Ψαλμὸς ιη´ (18).
Στίχ. α´. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν
δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. (ιη´ 2)
Ταῖς πρεσβείαις τῆς Θεοτόκου,
* Σῶτερ, σῶσον ἡμᾶς.
Στίχ. β´. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ
νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. (ιη´ 3)
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. γ´. Οὔκ εἰσι λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται
αἱ φωναὶ αὐτῶν. (ιη´ 4)
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. δ´. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος
αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. (ιη´ 5)
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα. Καὶ νῦν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι σὸν τὸ κράτος…
Ἀντίφωνον Β´. Ἦχος β´. Ψαλμὸς ιθ´ (19).
Στίχ. α´. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως,
ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ. (ιθ´ 2)
Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, * ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ. β´. Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου
καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου. (ιθ´
3)
Σῶσον ἡμᾶς, Παράκλητε
ἀγαθέ, ...
Στίχ. γ´. Μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά
σου πιανάτω. (ιθ´ 4)
Σῶσον ἡμᾶς, Παράκλητε
ἀγαθέ, ...
Στίχ. δ´. Δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου
καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι. (ιθ´ 5)
Σῶσον ἡμᾶς, Παράκλητε
ἀγαθέ, ...
Δόξα. Καὶ νῦν.
Ὁ μονογενὴς Υἱὸς καὶ
Λόγος τοῦ Θεοῦ, * ἀθάνατος ὑπάρχων * καὶ καταδεξάμενος *
διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι
ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου
Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡμᾶς.
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος…
Ἀντίφωνον Γ´. Ἦχος πλ. δ´. Ψαλμός κ´ (20).
Στίχ. α´. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται
ὁ βασιλεὺς καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα. (κ´ 2)
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεός...
Στίχ. β´. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας
αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν. (κ´ 3)
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεός...
Στίχ. γ´. Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις
χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.
(κ´ 4)
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεός...
* * *
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ
Εἰσοδικόν. Ἦχος
β´.
(Ἐὰν εἰσοδεύουν
πολλοὶ ἱερεῖς,
ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν).
Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου· * ᾄσομεν
καὶ ψαλοῦμεν τὰς δυναστείας σου. * (κ´ 14). Σῶσον ἡμᾶς,
Παράκλητε ἀγαθέ, * ψάλλοντάς σοι· Ἀλληλούϊα.
* * *
Τὸ ἀπολυτίκιον τῆς ἑορτῆς.
(ψάλλεται ὑπὸ τῶν ἱερέων,
ἐὰν τελεῖται συλλείτουργον)
Ἦχος πλ. δ´.
Εὐλογητὸς εἶ, Χριστὲ
ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς
τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι᾿ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, Φιλάνθρωπε,
δόξα σοι.
Κοντάκιον τῆς ἑορτῆς.
Ἦχος πλ. δ´. Αὐτόμελον.
Ὅτε καταβὰς * τὰς γλώσσας συνέχεε, * διεμέριζεν
ἔθνη ὁ Ὕψιστος· * ὅτε τοῦ πυρὸς * τὰς γλώσσας
διένειμεν, * εἰς ἑνότητα πάντας ἐκάλεσε· * καὶ συμφώνως
δοξάζομεν * τὸ πανάγιον Πνεῦμα.
* * *
ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ
Ἀντὶ τοῦ Τρισαγίου· Ἦχος πλ. α´.
Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε,
Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα.
* * *
Ἀπόστολον καὶ Εὐαγγέλιον
Κυριακῆς τῆς Πεντηκοστῆς.
ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον. Ἦχος πλ. δ´. (Ψαλμὸς ιη´).
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν
ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται
δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.
Πράξεων τῶν Ἀποστόλων
τὸ Ἀνάγνωσμα.
(Πρξ. β´ 1-11)
Ἐν τῷ συμπληροῦσθαι
τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ἅπαντες οἱ ἀπόστολοι ὁμοθυμαδὸν
ἐπὶ τὸ αὐτό. Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης
πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι· καὶ ὤφθησαν
αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ᾿ ἕνα ἕκαστον
αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἤρξαντο λαλεῖν
ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Ἦσαν
δὲ ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς
ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν· γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ
πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων
αὐτῶν. Ἐξίσταντο δὲ πάντες καὶ ἐθαύμαζον λέγοντες πρὸς ἀλλήλους·
Οὐκ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; Καὶ πῶς ἡμεῖς ἀκούομεν
ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν, Πάρθοι καὶ Μῆδοι
καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε
καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον
καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι,
Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων
αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ;
Ἀλληλούϊα (γ´). Ἦχος α´. (Ψαλμὸς λβ´).
Στίχ. Τῷ λόγῳ Κυρίου
οἱ οὐρανοὶ ἐστερεώθησαν.
Ἐξ οὐρανοῦ ἐπέβλέψεν
ὁ Κύριος ἐπὶ τὴν γῆν.
* * *
ΕΥΑΓΓΕΛΙΟΝ
Ἐκ τοῦ κατὰ Ἰωάννην (ζ´ 37-52, η´ 12).
Τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ
τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· Ἐάν τις διψᾷ, ἐρχέσθω
πρός με καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ
ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπε περὶ τοῦ
Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ
ἦν Πνεῦμα Ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου
ἀκούσαντες τὸν λόγον ἔλεγον· Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· ἄλλοι
ἔλεγον· Οὗτός ἐστιν ὁ Χριστός· οἱ δὲ ἔλεγον· Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας
ὁ Χριστὸς ἔρχεται; Οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ καὶ
ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν Δαυΐδ, ὁ Χριστὸς ἔρχεται; Σχίσμα οὖν
ἐν τῷ ὄχλῳ ἐγένετο δι᾿ αὐτόν. Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν,
ἀλλ᾿ οὐδεὶς ἐπέβαλεν ἐπ᾿ αὐτὸν τὰς χεῖρας. Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς
τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· Διατί οὐκ
ἠγάγετε αὐτόν; Ἀπεκρίθησαν οἱ ὑπηρέται· Οὐδέποτε οὕτως ἐλάλησεν
ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι·
Μὴ καὶ ὑμεῖς πεπλάνησθε; Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν
ἢ ἐκ τῶν Φαρισαίων; Ἀλλ᾿ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί
εἰσι! λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτὸν, εἷς ὢν
ἐξ αὐτῶν· Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ᾿ αὐτοῦ
πρότερον καὶ γνῷ τί ποιεῖ; Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Μὴ καὶ σὺ ἐκ
τῆς Γαλιλαίας εἶ; Ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας
οὐκ ἐγήγερται. Πάλιν οὖν αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησε λέγων· Ἐγώ εἰμι
τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ,
ἀλλ᾿ ἕξει τὸ φῶς τῆς ζωῆς.
Δόξα
σοι, Κύριε, δόξα σοι.
Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου.
* * *
Καὶ καθεξῆς ἡ
Θεία Λειτουργία
τοῦ Ἱεροῦ Χρυσοστόμου.
* * *
Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας…
Ὁ Εἱρμὸς τῆς θ´ ᾠδῆς τοῦ α´ Κανόνος.
Ἦχος βαρύς.
Μὴ τῆς φθορᾶς διαπείρᾳ * κυοφορήσασα
* καὶ παντεχνήμονι Λόγῳ * σάρκα δανείσασα, * Μῆτερ ἀπείρανδρε,
* Παρθένε Θεοτόκε, * δοχεῖον τοῦ ἀστέκτου, * χωρίον
τοῦ ἀπείρου * πλαστουργοῦ σου, σὲ μεγαλύνομεν.
* * *
Κοινωνικόν.
Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν
γῇ εὐθείᾳ. Ἀλληλούϊα. (Ψαλμ.
ρμβ´ 12).
Μετὰ τὴν μετάδοσιν, ἀντὶ τοῦ· Εἴδομεν…
Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος πλ. δ´.
Εὐλογητὸς εἶ, Χριστὲ
ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς
τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι᾿ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, Φιλάνθρωπε,
δόξα σοι.
Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί…
Ἦχος β´.
Πληρωθήτω τὸ στόμα ἡμῶν
* αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς *
τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· *
τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, * ὅλην
τὴν ἡμέραν * μελετῶντας τὴν δικαιοσύνην
σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´.
Εἴη
τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ
τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´)
Ἀπόλυσις· Ὁ ἐν εἴδει πυρίνων γλωσσῶν
οὐρανόθεν καταπέμψας τὸ πανάγιον Πνεῦμα ἐπὶ τοὺς ἁγίους αὐτοῦ μαθητὰς
καὶ ἀποστόλους Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...
Δι᾿ εὐχῶν... Ἀμήν.
* * * * *
Τῌ ΚΥΡΙΑΚῌ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ
ΕΣΠΕΡΑΣ
(Σημαίνει ταχύτερον διὰ τὴν τῆς γονυκλισίας Ἀκολουθίαν).
Μετὰ τὸν Προοιμιακὸν ψαλμόν, Συναπτὴ μεγάλη ὑπὸ τοῦ Διακόνου,
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι πρέπει σοι πᾶσα
δόξα…
Εἰς τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν Στίχους στ´ καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Ἰδιόμελα γ´, δευτεροῦντες αὐτά. Ἦχος δ´.
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς,
Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Παράδοξα σήμερον, εἶδον
τὰ ἔθνη πάντα ἐν πόλει Δαυΐδ, ὅτε τὸ Πνεῦμα κατῆλθε τὸ Ἅγιον ἐν πυρίναις
γλώσσαις, καθὼς ὁ θεηγόρος Λουκᾶς ἀπεφθέγξατο. Φησὶ γάρ· Συνηγμένων
τῶν Μαθητῶν τοῦ Χριστοῦ, ἐγένετο ἦχος, καθάπερ φερομένης βιαίας
πνοῆς, καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι· καὶ πάντες ἤρξαντο
φθέγγεσθαι, ξένοις ῥήμασι, ξένοις δόγμασι, ξένοις διδάγμασι, τῆς ἁγίας
Τριάδος.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός
σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν
ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Παράδοξα σήμερον, εἶδον
τὰ ἔθνη …
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας
μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Τὸ Πνεῦμα τὸ ἅγιον, ἦν
μὲν ἀεί, καὶ ἔστι, καὶ ἔσται, οὔτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ᾿ ἀεὶ
Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμούμενον· ζωή, καὶ ζωοποιοῦν·
φῶς, καὶ φωτὸς χορηγόν· αὐτάγαθον, καὶ πηγὴ ἀγαθότητος· δι᾿ οὗ Πατὴρ
γνωρίζεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρὰ πάντων γινώσκεται, μία δύναμις,
μία σύνταξις, μία προσκύνησις, τῆς ἁγίας Τριάδος.
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ
τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ
ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Τὸ Πνεῦμα τὸ ἅγιον, ἦν
μὲν ἀεί, …
Στίχ. Αἰνεῖτε τὸν Κύριον,
πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Τὸ Πνεῦμα τὸ ἅγιον, φῶς,
καὶ ζωή, καὶ ζῶσα πηγὴ νοερά. Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, ἀγαθόν,
εὐθές, νοερόν, ἡγεμονεῦον, καθαῖρον τὰ πταίσματα. Θεός, καὶ θεοποιοῦν·
πῦρ, ἐκ πυρὸς προϊόν, λαλοῦν, ἐνεργοῦν, διαιροῦν τὰ χαρίσματα· δι᾿
οὗ Προφῆται ἅπαντες, καὶ Θεοῦ Ἀπόστολοι, μετὰ Μαρτύρων ἐστέφθησαν.
Ξένον ἄκουσμα, ξένον θέαμα, πῦρ διαιρούμενον, εἰς νομὰς χαρισμάτων.
Στίχ. Ὅτι ἐκραταιώθη
τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Τὸ Πνεῦμα τὸ ἅγιον, φῶς,
καὶ ζωή, …
Δόξα. Καὶ νῦν. Ἦχος πλ. β´.
Βασιλεῦ οὐράνιε, Παράκλητε,
τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς
τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός· ἐλθέ, καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον
ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος· τό, Φῶς ἱλαρόν... καὶ τὸ Προκείμενον.
Ἦχος βαρύς.
Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς
ἡμῶν; σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.
Στίχ. α´. Ἐγνώρισας ἐν
τοῖς λαοῖς τὴν δύναμίν σου.
Τίς Θεὸς μέγας...
Στίχ. β´. Καὶ εἶπα· Νῦν
ἠρξάμην· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.
Τίς Θεὸς μέγας...
Στίχ. γ´. Ἐμνήσθην τῶν
ἔργων Κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου.
Τίς Θεὸς μέγας...
Εἶτα αἱ Εὐχαὶ τῆς γονυκλισίας.
Καὶ ψάλλομεν τὰ Ἰδιόμελα τοῦ Στίχου.
Ἦχος γ´.
Νῦν εἰς σημεῖον τοῖς πᾶσιν, ἐμφανῶς αἱ
γλῶσσαι γεγόνασιν· Ἰουδαῖοι γάρ, ἐξ ὧν κατὰ σάρκα Χριστός, ἀπιστίᾳ
νοσήσαντες, θεϊκῆς ἐξέπεσον χάριτος, καὶ τοῦ θείου φωτὸς οἱ
ἐξ ἐθνῶν ἠξιώθημεν, στηριχθέντες τοῖς λόγοις τῶν Μαθητῶν, φθεγγομένων
τὴν δόξαν τοῦ εὐεργέτου τῶν ὅλων Θεοῦ· μεθ᾿ ὧν τὰς καρδίας σὺν τοῖς γόνασι
κλίναντες, ἐν πίστει προσκυνήσωμεν, τῷ ἁγίῳ Πνεύματι στηριχθέντες,
Σωτῆρι τῶν ψυχῶν ἡμῶν.
Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός,
καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν ταῖς ἐγκάτοις μου.
Νῦν τὸ Παράκλητον Πνεῦμα, εἰς πᾶσαν σάρκα
ἐκκέχυται· Ἀποστόλων γάρ χορείας ἀρξάμενον, ἐξ αὐτῶν κατὰ μέθεξιν
τοῖς πιστοῖς τὴν χάριν ἐφήπλωσε, καὶ πιστοῦται αὑτοῦ τὴν κραταιὰν
ἐπιφοίτησιν, ἐν πυρίνῳ τῷ εἴδει τοῖς Μαθηταῖς διανέμον τὰς γλώσσας,
εἰς ὑμνῳδίαν καὶ δόξαν Θεοῦ· διὸ τὰς καρδίας νοερῶς ἐλλαμπόμενοι,
ἐν πίστει στηριχθέντες τῷ ἁγίῳ Πνεύματι, δυσωποῦμεν σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Στίχ. Μὴ ἀπορρίψῃς με, ἀπὸ τοῦ προσώπου
σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
Νῦν περιβάλλονται κράτος, οἱ Χριστοῦ ἀφ᾿
ὕψους Ἀπόστολοι· ἐγκαινίζει γὰρ αὐτοὺς ὁ Παράκλητος ἐν αὐτοῖς καινιζόμενος,
μυστικῇ καινότητι γνώσεως· ἣν ταῖς ξέναις φωναῖς, καὶ ὑψηγόροις κηρύττοντες,
τὴν ἀΐδιον φύσιν τε καὶ ἁπλῆν, τρισυπόστατον σέβειν τοῦ εὐεργέτου
τῶν ὅλων Θεοῦ, ἡμᾶς ἐκδιδάσκουσι· διὸ φωτισθέντες τοῖς ἐκείνων διδάγμασι,
Πατέρα προσκυνήσωμεν, σὺν Υἱῷ καὶ Πνεύματι, δυσωποῦντες σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ´.
Δεῦτε λαοί, τὴν τρισυπόστατον Θεότητα
προσκυνήσωμεν, Υἱὸν ἐν τῷ Πατρί, σὺν ἁγίῳ Πνεύματι. Πατὴρ γὰρ ἀχρόνως
ἐγέννησεν Υἱόν, συναΐδιον καὶ σύνθρονον, καὶ Πνεῦμα ἅγιον ἦν ἐν τῷ
Πατρί, σὺν Υἱῷ δοξαζόμενον· μία δύναμις, μία οὐσία, μία Θεότης,
ἣν προσκυνοῦντες πάντες λέγομεν· Ἅγιος ὁ Θεός, ὁ τὰ πάντα δημιουργήσας
δι᾿ Υἱοῦ, συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος. Ἅγιος ἰσχυρός, δι᾿ οὗ τὸν
Πατέρα ἐγνώκαμεν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐπεδήμησεν ἐν κόσμῳ. Ἅγιος
ἀθάνατος, τὸ Παράκλητον Πνεῦμα, τὸ ἐκ Πατρὸς ἐκπορευόμενον, καὶ ἐν
Υἱῷ ἀναπαυόμενον· Τριὰς ἁγία, δόξα σοι.
Τό, Νῦν ἀπολύεις... τὸ Τρισάγιον· καὶ τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς.
Εὐλογητὸς εἶ Χριστέ... (ἐκ γ´).
Εἶτα ὁ Ἱερεὺς ποιεῖ τὴν Ἀπόλυσιν οὕτως·
Ὁ ἐκ τῶν πατρικῶν κόλπων
κενώσας ἑαυτόν, καὶ τὴν ἡμετέραν ὅλην ἀνθρωπείαν προσλαβόμενος
φύσιν, καὶ θεώσας αὐτήν, μετὰ δὲ ταῦτα εἰς οὐρανοὺς αὖθις ἀνελθών,
καὶ ἐν δεξιᾷ καθίσας τοῦ Θεοῦ καὶ Πατρός, τό τε θεῖον, καὶ ἅγιον, καὶ
ὁμοούσιον, καὶ ὁμοδύναμον, καὶ ὁμόδοξον, καὶ συναΐδιον Πνεῦμα
καταπέμψας ἐπὶ τοὺς ἁγίους αὑτοῦ μαθητὰς καὶ Ἀποστόλους, καὶ διὰ
τούτου φωτίσας μὲν αὐτούς, δι᾿ αὐτῶν δὲ πᾶσαν τὴν οἰκουμένην, Χριστὸς
ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου, καὶ παναμώμου
ἁγίας αὑτοῦ Μητρός, τῶν ἁγίων, ἐνδόξων, πανευφήμων, Θεοκηρύκων
καὶ πνευματοφόρων Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι
ἡμᾶς διὰ τὴν ἑαυτοῦ ἀγαθότητα. Ἀμήν.
Δι᾿ εὐχῶν... Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου