Μπες και Δες

Δεν είναι πάντα στη ζωή μας απαραίτητα τα χρήματα, μπορούμε να προσφέρουμε στον συνάνθρωπό μας και με λίγη καλή θέληση. Χρήματα μπορεί να μην υπάρχουν, όμως πάντα υπήρχαν, υπάρχουν και θα υπάρχουν άνθρωποι που θα χαρίσουν λίγα χαμόγελα… Μάθε για την ομάδα μας … Βοήθησε και εσύ ……

Τρίτη 15 Μαΐου 2012

Ακολουθία της Κυριακής του Τυφλού


                                                     ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΥΦΛΟΥ
ΤΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ
ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Εἰς τὸ, Κύριε ἐκέκραξα... ἱστῶμεν Στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα.
Ἦχος πλ. α΄.
Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, διάβολον ᾔσχυνας, καὶ διὰ τῆς Ἀναστάσεως σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς, ἐκ τῶν πυλῶν τοῦ θανάτου, δοξάζομεν σε Μονογενές.
Ὁ τὴν Ἀνάστασιν διδοὺς τῷ γένει τῶν ἀνθρώπων, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾍδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί, εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης Χριστός, λέγων τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε.
Μέγα θαῦμα! ὁ τῶν ἀοράτων Κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ παθῶν, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν, τῇ γὰρ αὐτοῦ εὐσπλαγχνία ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν.
Ἐσπερινὴν προσκύνησιν προσφέρομεν σοι τῷ ἀνεσπέρω Φωτί, τῷ ἐπὶ τέλει τῶν αἰώνων ὡς ἐν ἐσόπτρω διὰ σαρκός, λάμψαντι τῷ κόσμῳ, καὶ μέχρις ᾍδου κατελθόντι, καὶ τὸ ἐκεῖσε σκότος λύσαντι, καὶ τὸ φῶς τῆς Ἀναστάσεως τοῖς ἔθνεσι δείξαντι, φωτοδότα Κύριε δόξα σοι.
Δόξα... Ἦχος πλ. α΄.
Κύριε, παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταί, ἐπηρώτων σε, λέγοντες, Διδάσκαλε, τὶς ἥμαρτεν, οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς, Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ΄ ἵνα φανερωθὴ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντος με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι, Καὶ ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ, λέξας πρὸς αὐτόν, Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν, ὁ δέ, νιψάμενος, ὑγιὴς ἐγένετο, καὶ ἐβόα πρὸς σέ, Πιστεύω, Κύριε, καὶ προσεκύνησε σοι, Διὸ βοῶμεν καὶ ἡμεῖς, Ἐλέησον ἡμᾶς.
Καὶ νῦν... Θεοτοκίον.
Τὸ Δογματικὸν Ἦχος ὁ αὐτός.
Τὴν θεοπρεπῆ καὶ σεβάσμιον Κόρην τιμήσωμεν, τὴν ὑπέρτιμον τῶν Χερουβίμ, ὁ γὰρ δημιουργὸς τῶν ὅλων ἐνανθρωπῆσαι βουληθείς, ἐν αὐτῇ ᾤκησεν ἀφράστως, Ὢ ξένων πραγμάτων, καὶ παραδόξων μυστηρίων! τὶς οὐκ ἐκπλαγή, τοῦτο ἀκουτισθείς; ὅτι Θεὸς ἄνθρωπος γέγονε, καὶ τροπὴ ἐν αὐτῷ οὐχ ὑπῆρξε, καὶ τῆς παρθενίας πύλας δι΄ ἦλθε, καὶ μείωσις ἐν αὐτῇ οὐχ ὑπελείφθη, καθὼς ὁ Προφήτης λέγει, Ἄνθρωπος ταύτην οὐ διοδεύσει ποτέ, εἰμὴ μόνος Κύριος, ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον, τὸ Ἀναστάσιμον Στιχηρόν.
Ἦχος πλ. α΄.
Σὲ τὸν Σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν, ὅτι σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας ᾍδου πύλας, τριήμερος ἀνέστης, σῴζων τὰς ψυχὰς ἡμῶν.
Εἶτα, τὰ παρόντα τῆς Θεοτόκου.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Στίχ. Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεᾷ καὶ γενεά.
Χαίροις, τῶν Προφητῶν ἡ σφραγίς, τῶν θεηγόρων Ἀποστόλων τὸ κήρυγμα, Θεὸν γὰρ τὸν ὄντως ὄντα, σεσαρκωμένον ἡμῖν, ὑπὲρ νοῦν καὶ λόγον ἀπεκύησας, δι΄ οὗ τὴν ἀρχαίαν, ἀπολαβόντες εὐγένειαν, καὶ Παραδείσου, τῆς τρυφῆς ἀπολαύοντες σὲ τὴν πρόξενον, τῆς τοιαύτης λαμπρότητος, ὕμνοις καταγεραίρομεν, καὶ πρέσβιν εὐπρόσδεκτον, σὲ Παναγία πλουτοῦντες, τῆς ἀϊδίου ἐντεύξεως, ζωῆς τοῦ Υἱοῦ σου, διανέμοντος πλουσίως τὸ μέγα ἔλεος.
Στίχ. Ἄκουσον, θυγάτερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Χαίροις ὁ λογικὸς οὐρανός, ἐν ᾧ Θεὸς σωματωθεὶς κατεσκήνωσεν, ἡ στάμνος τοῦ θείου μάννα, ἡ τοῦ Ἡλίου λαμπάς, τοῦ Θεοῦ τὸ ὅρος τὸ κατάσκιον, παστὰς θεοχώρητος, ζωοπάροχε τράπεζα, χρυσῆ λυχνία, φωτοφόρε Παράδεισε, βάτε ἄφλεκτε, κιβωτὲ ἁγιάσματος, κλῖμαξ ἡ ἐπουράνιος, νεφέλη ἡ ἔμψυχος, ῥάβδος ἐκ ῥίζης Παρθένε, τοῦ ἰεσσαὶ ἡ βλαστήσασα, Χριστὸν ἐκδυσώπει ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ τῆς γῆς.
Χαίροις ἡ τὸν Υἱὸν τοῦ Θεοῦ, ἀνερμηνεύτως συλλαβοῦσα πανάμωμε, καὶ τοῦτον τεκοῦσα, σάρκα, τὴν καθημὰς ἀληθῶς, ἐκ τῶν σῶν αἱμάτων προσλαβόμενον, ψυχὴν νοερὰν τε, καὶ αὐτεξοῦσιον ἔχοντα, ἀνελλιπῶς γάρ, τὸν Ἀδὰμ ἐνδυσάμενος, διεσώσατο, ἀναπλάσας τὸν ἄνθρωπον, ὅθεν ἐν δύο φύσεσιν, ἡμῖν καταγγέλλεται τῶν ἑκατέρων δεικνύων, ἐν ἑαυτῷ τὴν ἐνέργειαν, Χριστός, ὃν δυσώπει, τοῖς ὑμνοῦσι σε δοθῆναι τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ΄.
Δικαιοσύνης ἥλιε νοητέ, Χριστὲ ὁ Θεός, ὁ τὸν ἐκ μήτρας τοῦ φωτὸς ἐστερημένον, διὰ τῆς σῆς ἀχράντου προσψαύσεως, φωτίσας κατ ἄμφω καὶ ἡμῶν τὰ ὄμματα, τῶν ψυχῶν αὐγάσας, υἱοὺς ἡμέρας δεῖξον, ἵνα πίστει βοῶμεν σοι, Πολλῇ σου καὶ ἄφατος, ἡ εἰς ἡμᾶς εὐσπλαγχνία, φιλάνθρωπε, δόξα σοι.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄.
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομείναι, καὶ ἐγείραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπης, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Μετὰ τὸ, Χριστὸς ἀνέστη... κτλ. εἰς τὸ, Κύριε ἐκέκραξα... ἱστῶμεν Στίχους Ι΄ καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα ζ΄ καὶ τὰ δύο Ἰδιόμελα τοῦ Τυφλοῦ, δευτεροῦντες τὸ πρῶτον.
Στιχηρὰ Ἀναστάσιμα.
Ἦχος πλ. α΄.
Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, διάβολον ᾔσχυνας, καὶ διὰ τῆς Ἀναστάσεως σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς, ἐκ τῶν πυλῶν τοῦ θανάτου, δοξάζομεν σε Μονογενές.
Ὁ τὴν Ἀνάστασιν διδοὺς τῷ γένει τῶν ἀνθρώπων, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾍδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί, εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης Χριστός, λέγων τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε.
Μέγα θαῦμα! ὁ τῶν ἀοράτων Κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ παθῶν, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν, τῇ γὰρ αὐτοῦ εὐσπλαγχνία ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν.
Στιχηρὰ Ἀνατολικά.
Ἐσπερινὴν προσκύνησιν προσφέρομεν σοι τῷ ἀνεσπέρω Φωτί, τῷ ἐπὶ τέλει τῶν αἰώνων ὡς ἐν ἐσόπτρω διὰ σαρκός, λάμψαντι τῷ κόσμῳ, καὶ μέχρις ᾍδου κατελθόντι, καὶ τὸ ἐκεῖσε σκότος λύσαντι, καὶ τὸ φῶς τῆς Ἀναστάσεως τοῖς ἔθνεσι δείξαντι, φωτοδότα Κύριε δόξα σοι.
Τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, Χριστὸν δοξολογήσωμεν, αὐτοῦ γὰρ ἐκ νεκρῶν ἀναστάντος, κόσμος ἐκ πλάνης σέσῳσται, χαίρει χορὸς Ἀγγέλων, φεύγει δαιμόνων πλάνη, Ἀδὰμ πεσὼν ἀνίσταται, διάβολος κατήργηται.
Οἱ τῆς κουστωδίας ἐνηχοῦντο ὑπὸ τῶν παρανόμων. Καλύψατε Χριστοῦ τὴν Ἔγερσιν, καὶ λάβετε ἀργύρια, καὶ εἴπατε, ὅτι ἡμῶν κοιμωμένων, ἕκτου μνημείου ἐσυλήθη ὁ νεκρός, Τὶς εἶδε, τὶς ἤκουσε νεκρὸν κλαπέντα ποτέ, μάλιστα ἐσμυρνισμένον καὶ γυμνόν, καταλιπόντα καὶ ἐν τῷ τάφῳ τὰ ἐντάφια αὐτοῦ. Μὴ πλανᾶσθε Ἰουδαῖοι, μάθετε τὰς ῥήσεις τῶν Προφητῶν, καὶ γνῶτε, ὅτι αὐτός ἐστιν ἀληθῶς, ὁ Λυτρωτὴς τοῦ κόσμου καὶ Παντοδύναμος.
Κύριε ὁ τὸν Ἅδην σκυλεύσας, καὶ τὸν θάνατον πατήσας, Σωτὴρ ἡμῶν, ὁ φωτίσας τὸν κόσμον τῷ Σταυρῷ τῷ τιμίῳ, ἐλέησον ἡμᾶς.
Στιχηρὰ Ἰδιόμελα τοῦ Τυφλοῦ.
Ἦχος β΄.
Ὁ Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίῳ λογισμῷ ἔλεγεν, Ἄρα ἐγώ, δι΄ ἁμαρτίας γονέων ἐγεννήθην ἀόμματος; Ἄρα ἐγώ, δι΄ ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς ἔνδειξιν, οὐχ ἱκανῷ τοῦ ἐρωτᾶν, πότε νύξ, πότε ἡμέρα, οὐκ εὐτονούσί μου οἱ πόδες τὰ τῶν λίθων προσκρούσματα, οὐ γὰρ εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν εἰκόνι τὸν ἐμὲ πλαστουργήσαντα, ἀλλὰ δέομαι σου, Χριστὲ ὁ Θεός, Ἐπίβλεψον ἐπ ἐμέ, καὶ ἐλέησόν με. (Δίς).
Ἦχος ὁ αὐτός.
Παράγων ὁ Ἰησοῦς ἐκ τοῦ ἱεροῦ, εὗρεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ σπλαγχνισθείς, ἐπέθηκε πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶπε πρὸς αὐτόν, Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωάμ, καὶ νιψάμενος ἀνέβλεψε, δόξαν ἀναπέμπων Θεῷ, οἱ δὲ ἀγχισταὶ αὐτοῦ, ἔλεγον αὐτῷ, Τὶς σου τὰς κόρας διήνοιξεν, ἃς οὐδεὶς τῶν βλεπόντων ἴασαι ἴσχυσεν, ὁ δέ φησι βοήσας, Ἄνθρωπος, Ἰησοῦς λεγόμενος, ἐκεῖνος μοι ἔφη, Νίψαι εἰς τοῦ Σιλωάμ, καὶ ἀνέβλεψα, Αὐτός ἐστιν ἀληθῶς, ὃν ἔφη Μωσῆς ἐν τῷ νόμῳ, Χριστὸν Μεσσίαν, αὐτός ἐστιν ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Ἦχος πλ. α΄.
Κύριε, παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταί, ἐπηρώτων σε, λέγοντες, Διδάσκαλε, τὶς ἥμαρτεν, οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς, Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ΄ ἵνα φανερωθὴ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντος με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι, Καὶ ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ, λέξας πρὸς αὐτόν, Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν, ὁ δέ, νιψάμενος, ὑγιὴς ἐγένετο, καὶ ἐβόα πρὸς σέ, Πιστεύω, Κύριε, καὶ προσεκύνησε σοι, Διὸ βοῶμεν καὶ ἡμεῖς, Ἐλέησον ἡμᾶς.
Καὶ νῦν... Θεοτοκίον Ὁ αὐτός.
Ἐν τῇ Ἐρυθρὰ θαλάσσῃ, τῆς ἀπειρογάμου νύμφης, εἰκὼν διεγράφη ποτέ, Ἐκεῖ, Μωϋσῆς διαιρετῆς τοῦ ὕδατος, ἐνθάδε, Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, Τότε, τὸν βυθὸν ἐπέζευσεν ἁβρόχως Ἰσραήλ, νῦν δέ, τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, Ἡ θάλασσα, μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος, μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὧν, καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος Θεός, ἐλέησον ἡμᾶς.
Εἰς τὴν Λιτήν.
Τὸ Στιχηρὸν τοῦ Ἁγίου τῆς Μονῆς.
Δόξα... Ἦχος δ΄.
Ὅλον τὸν βίον ὁ Τυφλός, νύκτα λογιζόμενος, ἐβόησε πρὸς σὲ Κύριε, Ἀνοιξόν μου τὰς κόρας, Υἱὲ Δαυΐδ, ὁ Σωτὴρ ἡμῶν, ἵνα μετὰ πάντων κἀγῶ, ὑμνήσω σου τὴν δύναμιν.
Καὶ νῦν... Θεοτοκίον ὁ αὐτός.
Νεῦσον παρακλήσεσι, σῶν οἰκετῶν πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα, σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα, μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν τῶν σοι πιστῶς βοώντων, Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὸν Ἀναστάσιμον.
Ἦχος πλ. α΄.
Σὲ τὸν σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν, ὅτι Σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας ᾍδου πύλας, τριήμερος ἀνέστης, σῴζων τὰς ψυχὰς ἡμῶν.
Ἦχος πλ. α΄.
Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.
Στιχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε, Δέχου παρ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε, Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, τὶ θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.
Στίχ. Αὔτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὢ Πάσχα λύτρον λύπης, καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων, Κηρύξατε Ἀποστόλοις.
Δόξα... Ἦχος πλ. δ΄.
Δικαιοσύνης ἥλιε νοητέ, Χριστὲ ὁ Θεός, ὁ τὸν ἐκ μήτρας τοῦ φωτὸς ἐστερημένον, διὰ τῆς σῆς ἀχράντου προσψαύσεως, φωτίσας κατ ἄμφω καὶ ἡμῶν τὰ ὄμματα, τῶν ψυχῶν αὐγάσας, υἱοὺς ἡμέρας δεῖξον, ἵνα πίστει βοῶμεν σοι, Πολλῇ σου καὶ ἄφατος, ἡ εἰς ἡμᾶς εὐσπλαγχνία, φιλάνθρωπε, δόξα σοι.
Καὶ νῦν...
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα, Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς, Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν, Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄.
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομείναι, καὶ ἐγείραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπης, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἐκτενῆς, καὶ Ἀπόλυσις.
ΕΝ ΤΩ ΜΕΣΟΝΥΚΤΙΚΩ.
Ψάλλεται Κανὼν Τριαδικός. Οὗ ἡ ἀκροστιχίς.
Κανὼν ὁ πέμπτος φωτὶ τῷ τρισηλίῳ.
Ὠδὴ α΄. Ἦχος πλ. α΄.
Ἵππον καὶ ἀναβάτην.
Κράτος τῆς ἑνιαίας, καὶ τρισηλίου μορφῆς, ἀνυμνοῦντες βοῶμεν, Τὸν νοῦν ἡμῶν καταύγασον, Θεὲ παντοδύναμε, καὶ πρὸς τὴν σὴν Δεσπότα, μετεώρισον δόξαν ἄφραστον.
Ἄνω σε τῶν Ἀγγέλων, διάκοσμοι νοεροί, ἄσι γήτως ὑμνοῦσιν, ἐν τρισαγίοις ᾄσμασι, μονάδα τρισάριθμον, καὶ Τριάδα σύμμορφον, ὑπερούσιον παντοδύναμον.
Νέκταρ τῆς σῆς ἀγάπης, γλυκύτατον φωτουργόν, τῇ ψυχή μου παράσχου, Τριὰς μονὰς ἀρχίφωτε, καὶ θείαν κατάνυξιν, καθαρτικὴν Δεσπότα, πολυέλεε πάσης κτίσεως.
Θεοτοκίον.
Ὥσπερ ἐπὶ τὸν πόκον, κατῆλθεν ἀψοφητί, οὐρανόθεν Παρθένε, ὁ ὑετὸς ἐν μήτρᾳ σου, ὁ θεῖος καὶ ἔσωσε, ξηρανθεῖσαν ἅπασαν, τῶν ἀνθρώπων τὴν φύσιν ἄχραντε.
Ὠδὴ γ΄.
Ὁ πήξας ἐπ΄ οὐδενός.
Νοήσας τὰς νοερὰς οὐσίας ὑπέστησας, ὑμνῳδοὺς ἀπαύστους τῆς σῆς θεότητος, τρίφωτε Θεὲ καὶ παντουργέ, ἀλλὰ καὶ τῶν πηλίνων καὶ γηγενῶν, δέξαι τὴν αἴνεσιν, καὶ τὴν ἱκεσίαν ὡς εὔσπλαγχνος.
Ὁ πάσης κατὰ φύσιν τροπῆς ἀπαράδεκτος, τοῖς ἀλλοιουμένοις ἡμῖν καὶ μέλπουσι, τὴν ἀνεξιχνίαστον πηγήν, τῆς σῆς ἀγαθωσύνης, πλημμελημάτων δὸς συγχώρησιν, καὶ τὴν σωτηρίαν ὡς εὔσπλαγχνος.
Πατέρα καὶ τὸν Υἱὸν καὶ Πνεῦμα δοξάζομεν, ἐν ἀπαραλλάκτῳ μορφὴ θεότητος, σὲ τὸν ἑνικὸν καὶ τριλαμπή, Κύριον τῶν ἁπάντων, ὡς οἱ Προφῆται καὶ Ἀπόστολοι, παρὰ σοῦ σαφῶς ἐδιδάχθησαν.
Θεοτοκίον.
Ἐφάνης τῷ Μωϋσῇ ἐν βάτῳ, ὡς ἄγγελος, βουλῆς τῆς μεγάλης τοῦ Παντοκράτορος, σοῦ τὴν ἐκ Παρθένου προδηλῶν, σάρκωσιν Θεοῦ Λόγε, δι΄ ἧς ἡμᾶς μετεστοιχείωσας, καὶ πρὸς οὐρανοὺς ἀνεβίβασας.
Καθίσματα.
Τὸν συνάναρχον Λόγον.
Ἐλεήμων ὑπάρχεις, Τριὰς ἀμέριστε, ἐλεεὶς γὰρ τοὺς πάντας, ὡς παντοδύναμος, καὶ πανοικτίρμων συμπαθὴς καὶ πολυέλεος, διὸ προσφεύγομεν πρὸς σέ, οἱ ἁμαρτήμασι πολλοῖς, βαρούμενοι κεκραγότες, ἰλάσθητι τοῖς σοῖς δούλοις, καὶ ῥῦσαι πάντας πάσης κολάσεως.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Παναγία Παρθένε, ἡμᾶς ἐλέησον, τοὺς προσφεύγοντας πίστει, πρὸς σὲ τὴν εὔσπλαγχνον, καὶ αἰτουμένους τὴν θερμὴν σου νῦν ἀντίληψιν, δύνασαι γὰρ ὡς ἀγαθή, τοὺς πάντας σῴζειν, ὡς οὖσα, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, ταῖς μητρικαῖς σου πρεσβείαις, ἀεὶ χρωμένη θεοχαρίτωτε.
Ὠδὴ δ΄.
Τὴν θείαν ἐννοήσας σου.
Μυεῖται τῆς μιᾶς κυριότητος, τὸ τριφαὲς ὁ Δανιήλ, Χριστὸν κριτὴν θεασάμενος, πρὸς τὸν Πατέρα ἰόντα, καὶ Πνεῦμα τὸ προφαῖνον τὴν ὅρασιν. (Δίς).
Πηλίνοις τοὺς ὑμνοῦντας σε στόμασι, τὸν ὑπερούσιον Θεόν, τριαδικὸν ὑποστάσεσι, μοναδικὸν δὲ τῇ φύσει, τῆς δόξης τῶν Ἀγγέλων ἀξίωσον.
Θεοτοκίον.
Τὸ ὅρος τὸ δασὺ καὶ κατάσκιον, ὃ εἶδε πρὶν ὁ Ἀββακούμ, ἐξ οὗ προῆλθεν ὁ Ἅγιος τὸν δυσθεώρητον τόκον, ἐδήλου σῆς Παρθένε συλλήψεως.
Ὠδὴ ε΄.
Ὁ ἀναβαλλόμενος.
Ὁ δι΄ ἀγαθότητα κτίσας τὸν ἄνθρωπον, κατεικόνα τὴν σὴν ποιήσας, ἐν ἐμοὶ κατοίκησον τρίφωτε Θεέ μου, ὡς ἀγαθὸς καὶ εὔσπλαγχνος.
Σὺ με καθοδήγησον μονὰς τρισήλιε, πρὸς τρίβους θείας τῆς σωτηρίας, καὶ τῆς σῆς ἑλλάμψεως, πλήρωσον ὡς φύσει, Θεὸς ἀπειροδύναμος.
Φῶς τὸ ἀδιαίρετον τῆς μιᾶς φύσεως, μεμερισμένον, τοῖς χαρακτῆρσι, τριλαμπὲς ἀνέσπερον, τὴν ἐμὴν καρδίαν, ταῖς αἴγλαις σου καταύγασον.
Θεοτοκίον.
Ὡς κατεῖδε πάλαι σε, Ἁγνὴ πανάχραντε, ὁ Ὑποφήτης βλέπουσαν πύλην, πρὸς τὸ φῶς τὸ ἄδυτον, εὐθὺς σε ἐπέγνω, Θεοῦ κατοικητήριον.
Ὠδὴ ς΄.
Μαι νομένην κλύδωνι.
Τριφαὴς ὑπάρχουσα, θεαρχία ὑποστατικῶς, ἑνιαία πέφυκας ὡς σύμμορφος, καὶ ἰσουργός, καὶ κατ΄ οὐσίαν καὶ βούλησιν. (Δίς).
Ἱκανῶς ἐδήλωσεν, ὁ Προφήτης ᾄδων τῷ Πατρί. Σῶ φωτί, τῷ Πνεύματι, ὀψόμεθα, φῶς τὸν Υἱόν, ἕνα Θεὸν τὸν τρισήλιον.
Θεοτοκίον.
Τῶν πταισμάτων λύτρωσιν, καὶ κινδύνων εὔσπλαγχνε Θεέ, ἑνικὲ καὶ τρίφωτε κατάπεμψον, σοῖς ὑμνηταῖς, πρεσβείαις τῆς θεομήτορος.
Καθίσματα.
Τὸν συνάναρχον Λόγον.
Τὸ τρισήλιον σέλας δοξολογήσωμεν, καὶ ἁπλὴν τὴν Τριάδα νῦν προσκυνήσωμεν, ὅτι ἐφώτισεν ἡμᾶς καὶ ἠλέησε, καὶ ἐῤῥύσατο φθορᾶς, τὸ γένος ἅπαν τῶν βροτῶν, λυτρώσασα ἐκ τῆς πλάνης, εἰδώλων πάντα τὸν κόσμον, καὶ βασιλείαν ἡμῖν παρέσχετο.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Ἀπορήσας ἐκ πάντων, πρὸς σὲ κατέφυγον, τὴν ἐλπίδα ἁπάντων, καὶ τὸ προσφύγιον, ἁμαρτωλῶν καὶ ταπεινῶν, κράζων τὸ, Ἥμαρτον, ἀλλ΄ ἐπιμένω τοῖς κακοῖς, ἀναισθήτων ὁ ἄθλιος, Ἐλέησόν με πρὸ τέλους, ἐπίστρεψόν με καὶ ῥῦσαι πάσης κολάσεως τὸν ἀνάξιον.
Ὠδὴ ζ΄.
Ὁ ὑπερυψούμενος.
Ὡς ἐλέους ἄβυσσον, κεκτημένος Κύριε, καὶ πέλαγος ἄπειρον, οἰκτίρμον ἐλέησον, τοὺς ἕνα σε ὑμνοῦντας, τριλαμπὴ Θεὸν τῶν ὅλων. (Δίς).
Τὸν ἀπερινόητον, ἑνικὸν καὶ τρίφωτον, Θεόν σε καὶ Κύριον, ὑμνοῦντες βοῶμεν σοι, Παράσχου τοῖς σοῖς δούλοις, ἱλασμὸν ἁμαρτημάτων.
Θεοτοκίον.
Ῥάδαμνον ἐβλάστησας, τοῦ Πατρὸς συνάναρχον, ἄνθος τῆς θεότητος, βλαστὸν συναΐδιον, Παρθένε τὸν διδόντα, τὴν ζωὴν πᾶσιν ἀνθρώποις.
Ὠδὴ η΄.
Σοὶ τῷ παντουργῷ.
Ἵνα τῆς μιᾶς, ἀνακαλύψης πάλαι, σαφῶς κυριότητος τριττὴν ὑπόστασιν, ὤφθης Θεέ μου, ἐν σχήματι ἀνθρώπων, Ἀβραὰμ ὑμνούντι, σὸν κράτος ἑνιαῖον. (Δίς).
Σὺ με πρὸς τὰς σάς, θεουργικὰς ἀκτῖνας, δέρκειν καταξίωσον, φῶς τὸ ἀπρόσιτον, Πάτερ οἰκτίρμον, καὶ Λόγε καὶ τὸ Πνεῦμα, τοῦ εὐαρεστεῖν σοι, ἀεὶ Κύριε πάντων.
Θεοτοκίον.
Ἤστραψας ἡμῖν, τῆς τρισηλίου δόξης, τὸν ἕνα Πανύμνητε, Χριστὸν τὸν Κύριον, πάντας μυοῦντα, τὴν μίαν θεαρχίαν, ἐν τρισὶ προσώποις, ὑμνεῖν εἰς τοὺς αἰῶνας.
Ὠδὴ θ΄.
Ἡσαΐα χόρευε.
Λαλιαὶ σε βρότειαι, κατ΄ ἀξίαν ἄναρχε μονάς, οὐ σθένουσιν ὑμνεῖν, πλὴν ὡς ἐφικτόν, τολμῶντες ἐκ πίστεως, θεαρχικὴ σύνθρονε Τριάς, δόξαν προσφέρομεν, τῷ σῷ κράτει καὶ τὴν αἴνεσιν. (Δίς).
Ἰσοῤῥόπῳ δόξῃ σε, τὸν μονάρχην τρίφωτον Θεόν, ὑμνοῦσι τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, ἀχράντοις ἐν στόμασι, μεθ΄ ὧν ἡμᾶς τοὺς ἁμαρτωλούς, πρόσδεξαι Κύριε, τὸ σὸν κράτος μεγαλύνοντας.
Θεοτοκίον.
Ὡς ἁγνὴ καὶ ἄμωμος, καὶ Παρθένος τέτοκας Υἱόν, λυτρούμενον ἡμᾶς ἀπὸ πειρασμῶν, Θεὸν ἀναλλοίωτον, ἀλλὰ καὶ νῦν ἄφεσιν ἡμῖν, τῶν παραπτώσεων, τοῦτον δοῦναι καθικέτευε.
Τὸ, Ἄξιόν ἐστιν..., καὶ τὰ λοιπά, ὡς σύνηθες.
καὶ Ἀπόλυσις.
ΕΝ ΤΩ ΟΡΘΡΩ.
Μετὰ τὴν α΄ Στιχολογίαν.
Καθίσματα Ἦχος πλ. α΄.
Τὸν συνάναρχον Λόγον.
Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾄδῃ φῶς ἀνέτειλε.
Δόξα...
Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κιενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ΄ αἰῶνος νεκροὺς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον.
Χαῖρε ἅγιον ὅρος καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Μετὰ τὴν β΄ Στιχολογίαν.
Καθίσματα.
Ἦχος πλ. α΄.
Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχη τὴν πλευρὰν σου ἐξεκέντησαν, ὢ Ἐλεῆμον, ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾍδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος, ἔδραμον Γυναῦκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν Ἔγερσιν. Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοι.
Δόξα...
Τὸ ξένον σου Σωτήρ μου μυστήριον, τῷ κόσμῳ σωτηρία γεγένηται, ἀναστὰς γὰρ ἐκ τάφου θεοπρεπῶς, τοὺς φθαρέντας συνήγειρας ὡς Θεός, ἡ πάντων ζωή, Κύριε δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον.
Ἀπειρόγαμε Νύμφη θεογεννήτρια, ἡ τῆς Εὕας τὴν λύπην χαραποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμεν σε, ὅτι ἀνήγαγες ἡμᾶς ἐκ τῆς ἀρχαίας ἀράς, καὶ νῦν δυσώπει ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἡμᾶς.
Εἶτα ὁ Ἄμωμος τὰ Εὐλογητάρια.
Ἡ Ὑπακοή. Ἦχος πλ. α΄.
Ἀγγελικὴ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκὴ Ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν μέγα ἔλεος.
Οἱ Ἀναβαθμοί. Ἀντίφωνον Α΄.
Ἐν τῷ θλίβεσθαι με Δαυΐτικως, ᾄδω σοι Σωτήρ μου. Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας.
Τοῖς ἐρημικοῖς ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις.
Δόξα... καὶ νῦν...
Ἁγίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατὰ τε σὺν τοῖς ἀοράτοις, αὐτοκρατὲς γὰρ ὅν, τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως.
Ἀντίφωνον Β΄.
Εἰς τὰ ὅρη ψυχὴ ἀρθῶμεν, δεῦρο ἐκεῖσε, ὅθεν βοήθεια ᾔκει.
Δεξιὰ σου χεὶρ κἀμέ, Χριστὲ ἰπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω.
Δόξα... καὶ νῦν...
Ἁγίῳ Πνεύματι, θεολογοῦντες φῶμεν, Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Ἀντίφωνον Γ΄.
Ἐπὶ τοῖς εἰρηκόσι μοι. Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου, χαρᾶς πολλῆς πλησθεὶς εὐχὰς ἀναπέμπω.
Ἐπὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται, πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν.
Δόξα... καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῷον ἐμψυχοῦται, ὡς ἐν Πατρί, ἅμα τε καὶ Λόγῳ.
Προκείμενον.
Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Στίχ. Ἐξομολογήσομαι σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.
Τὸ, Πᾶσα πνοή... Εὐαγγέλιον Ἑωθινὸν Η΄ καὶ τὰ λοιπά.
Οἱ Κανόνες τοῦ Πάσχα μετὰ τοῦ τῆς Θεοτόκου εἰς η΄ καὶ τοῦ Τυφλοῦ εἰς ς΄.
Κανὼν τοῦ Πάσχα Ἦχος α΄.
Ὠδὴ α΄. Ὁ Εἱρμός.
Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα τῷ ἀπροσίτῳ φωτὶ τῆς Ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ἄδοντες.
Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἐορταζέτω δὲ κόσμος, ὁρατὸς τε ἅπας καὶ ἀόρατος, Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.
Κανὼν τῆς Θεοτόκου.
Ἦχος α΄.
Οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς πρώτοις Τροπαρίοις. Θεοφάνους.
Ὠδὴ α΄. Εἱρμὸς ὁ αὐτός.
Θανατώσεως τὸν ὀρὸν ἀνεμόχλευσας, τὴν αἰωνίαν ζωήν, κυοφορήσασα Χριστόν, τὸν ἐκ τάφου ἀναλάμψαντα σήμερον, Παρθένε πανάμωμε, καὶ τὸν κόσμον φωτίσαντα.
Ἀναστάντα κατιδοῦσα σὸν Υἱὸν καὶ Θεόν, χαίροις σὺν Ἀποστόλοις, θεοχαρίτωτε ἁγνή, καὶ τὸ Χαῖρε πρωτουργώς, ὡς πάντων χαρᾶς, αἰτία εἰσδέδεξαι, Θεομῆτορ πανάμωμε.
Κανὼν τοῦ Τυφλοῦ.
Ἔχων ἀκροστιχίδα ἐν τῇ θ΄ Ὠδή.
Ι ᾧ σ ἢ φ.
Ποίημα Ἰωσὴφ τοῦ Θεσσαλονίκης.
Ὠδὴ α΄. Ἦχος πλ. α΄. Ὁ Εἱρμός.
Γῆν ἐφ΄ ἣν οὐκ ἔλαμψεν, οὐκ εἶδεν ἥλιος ἤν, ποτέ, ἄβυσσον, ἣν οὐχ ἑώρακε γυμνήν, τὸ κύτος οὐρανοῦ, Ἰσραὴλ διώδευσεν ἁβρόχως, Κύριε, καὶ εἰσήγαγες αὐτὸν εἰς ὄρος ἁγιάσματος σου, ἄδοντα, ψάλλοντα, ἐπὶ νίκιον ᾠδήν.
Σταύρωσιν ἑκούσιον, καταδεξάμενος σαρκί, ἐπήγασας εὐλογίαν, καὶ ζωὴν τῷ κόσμῳ Δεσπότα, μόνε παντευλόγητε, καὶ τοῦ παντὸς δημιουργέ, ὅθεν εὐλογοῦμεν σε, ὑμνοῦμεν καὶ δοξάζομεν, ἄδοντες, ψάλλοντες, ἐπὶ νίκιον ᾠδήν.
Λάκκῳ κατωτάτῳ σε, νεκρὸν γενόμενον Χριστέ, ἔθετο ὁ εὐσχήμων Ἰωσήφ, καὶ προσεκύλισε λίθον τῇ θύρα τοῦ μνήματος, μακρόθυμε, ἀλλ΄ ἀνέστης ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, ἄδοντα, ψάλλοντα, ἐπὶ νίκιον ᾠδήν.
Μύρα τι κομίζετε, μετὰ δακρύων ὑμεῖς; ἔλεγε ταῖς τιμίαις Γυναιξίν, ὁ Ἄγγελος φανείς, Ὁ Χριστὸς ἐγήγερται, δραμοῦσαι εἴπατε, τοῖς θεόπταις Μαθηταῖς, πενθοῦσι τε καὶ κλαίουσιν, ὅπως σκιρτήσωσι, καὶ χορεύσωσι φαιδρῶς.
Θαύματα παράδοξα, ἐπιτελῶν ὁ λυτρωτής, ἰάσατο καὶ Τυφλὸν ἐκ γενετῆς, πηλὸν ἐπὶ χρίσας, καὶ εἰπών, Πορεύθητι καὶ νίψαι ἐν τῷ Σιλωάμ, ὅπως γνώση με Θεόν, ἐπὶ γῆς βαδίζοντα, σάρκα φορέσαντα, διὰ σπλάγχνα οἰκτιρμῶν.
Δόξα...
Μίαν τρισυπόστατον, οὐσίαν σέβοντες πιστοί, δοξάσωμεν τὸν Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα τὸ εὐθές, ποιητήν, καὶ Κύριον, καὶ λυτρωτὴν τοῦ παντός, ἕνα ἄκτιστον Θεόν, σὺν ἀσωμάτοις κράζοντες, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Βασιλεῦ.
Καὶ νῦν... Θεοτοκίον.
Μήτραν ἀπειρόγαμον, τὴν σὴν κατῴκησεν Ἁγνή, Κύριος διὰ σπλάγχνα οἰκτιρμῶν, σῶσαι βουλόμενος, τὸν φθαρέντα ἄνθρωπον, ταῖς μεθοδείαις τοῦ ἐχθροῦ, αὐτόνουν ἱκέτευε, τὴν πόλιν ταύτην σῴζεσθαι, πάσης ἁλώσεως, καὶ ἐχθρῶν ἐπιδρομῆς.
Καταβασία.
Τῷ Σωτῆρι Θεῷ, τῷ ἐν θαλάσσῃ λαόν, πόσιν ἀβρόχοις ὁδηγήσαντι, καὶ Φαραὼ πανστρατιὰ καταποντίσαντι, αὐτῷ μόνω ᾄσωμεν, ὅτι δὲ δόξασται.
Ὠδὴ γ΄. Ὁ Εἱρμός.
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ΄ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
Νῦν πάντα πεπλήρωται φωτός, οὐρανὸς τε καὶ γῆ καὶ τὰ καταχθόνια, ἐορταζέτω γοῦν πᾶσα κτίσις τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.
Χθὲς συνεθαπτόμην σοι Χριστέ, συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθές, αὐτὸς με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.
Τῆς Θεοτόκου.
Ὁ αὐτός.
Ἐπὶ τὴν ἀκήρατον ζωήν, ἐπανέρχομαι σήμερον ἀγαθότητι, τοῦ γεννηθέντος ἐκ σοῦ, καὶ πᾶσι τοῖς πέρασιν Ἁγνή, τὸ φέγγος ἀστράψαντος.
Θεὸν ὃν ἐκύησας σαρκί, ἐκ νεκρῶν καθὼς εἶπεν ἐξεγειρόμενον, θεασαμένη Ἁγνή, χόρευε, καὶ τοῦτον, ὡς Θεόν, ἄχραντε μεγαλῦνε.
Τοῦ Τυφλοῦ Ὁ Εἱρμός.
Σαλευομένην τὴν καρδίαν μου, Κύριε, τοῖς, κύμασι, τοῦ βίου στερέωσον, εἰς λιμένα εὔδιον καθοδηγών, ὡς Θεός.
Σαλευομένων τὰς καρδίας ἐστήριξας, τὴν γῆν πᾶσαν σαλεύσας μακρόθυμε, τῇ σεπτῇ Σταυρώσει σου, ἣν καθυπέστης σαρκί.
Καινῷ μνημείῳ, Ἰωσὴφ τε κατέθετο, οἰκτίρμον ὁ εὐσχήμων, ἀνέστης δὲ ἐκ νεκρῶν τριήμερος, καινοποιήσας ἡμᾶς.
Τὶ ὡς νεκρὸν ἐπιζητεῖτε τὸν Κύριον, ἀνέστη καθὼς εἶπεν, ὁ Ἄγγελος γυναιξὶν ἐφθέγγετο, ἀστράπτων θεία μορφή.
Τυφλὸν πότε ἐκ γενετῆς, προσελθόντα σοι ἰάσω, πανοικτίρμον, δοξάζοντα τὴν οἰκονομίαν σου, καὶ τὰ θαυμάσια.
Δόξα...
Θεὸν Πατέρα προσκυνοῦμεν, προάναρχον, Υἱὸν καὶ Πνεῦμα θεῖον, τρισάκτιστον φύσιν τρισυπόστατον, ἕνα Θεὸν τοῦ παντός.
Καὶ νῦν... Θεοτοκίον.
Παρθενικῆς ἀπὸ γαστρὸς ἀπεκύησας, Θεὸν σεσαρκωμένον, ὃν αἴτησαι, Παναγία Δέσποινα, κατοικτειρῆσαι ἡμᾶς.
Καταβασία.
Δυνάμει τοῦ Σταυροῦ σου Χριστέ, στερέωσόν μου τὴν διάνοιαν, εἰς τὸ ὑμνεῖν, καὶ δοξάζειν σου τὴν σωτήριον Ἀνάληψιν.
Κάθισμα. Ἦχος πλ. δ΄.
Τὴν Σοφίαν καὶ Λόγον.
Ὁ τῶν ὅλων Δεσπότης καὶ ποιητῆς, παρερχόμενος εὗρεν ἐν τῇ ὁδῷ, Τυφλὸν καθεζόμενον, θρηνωδοῦντα καὶ λέγοντα, οὐ κατεῖδον ἐν βίῳ, τὸν ἥλιον λάμποντα, οὐδὲ τὴν σελήνην, τὸ φέγγος αὐγάζουσαν, ὅθεν ἐκβοῶ σοι, ὁ τεχθεὶς ἐκ Παρθένου, φωτίσαι τὰ σύμπαντα, φώτισόν με ὡς εὔσπλαγχνος, ἵνα κράζω προσπίπτων σοι, Δεσπότα Χριστὲ ὁ Θεός, τῶν πταισμάτων ἄφεσιν μοι δώρησαι, διὰ πλῆθος ἐλέους, μόνε φιλάνθρωπε. (Δίς).
Ὠδὴ δ΄. Ὁ Εἱρμός.
Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ΄ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.
Ἄρσεν μὲν ὡς διανοίξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βροτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθῆς, τέλειος λέλεκται.
Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος Χριστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὔθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.
Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ, ἥλατο σκιρτών, ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.
Τῆς Θεοτόκου.
Ὁ αὐτός.
Ὁ διαπλάσας τὸν Ἀδάμ, τὸν σὸν προπάτορα Ἁγνή, πλάττεται ἐκ σοῦ, καὶ θανάτῳ, τῷ οἰκείῳ ἔλυσε, τὸν δι΄ ἐκείνου θάνατον σήμερον, καὶ κατηύγασε πάντας, ταῖς θεϊκαῖς ἀστραπαῖς τῆς Ἀναστάσεως.
Ὃν ἀπεκύησας Χριστόν, ὡραιοτάτως ἐκ νεκρῶν, λάμψαντα Ἁγνὴ καθορῶσα, ἡ καλὴ καὶ ἄμωμος, ἐν γυναιξὶν ὡραία τε, σήμερον εἰς πάντων σωτηρίαν, σὺν Ἀποστόλοις αὐτὸν χαίρουσα, δόξαζε.
Τοῦ Τυφλοῦ Ὁ Εἱρμός.
Ἀκήκοα Κύριε, τὴν ἀκοὴν σου καὶ ἐφοβήθην, κατενόησα τὴν οἰκονομίαν σου, καὶ ἐδόξασα σε, μόνε φιλάνθρωπε.
Τεθνήξαντα ξύλῳ με, τεθεὶς ἐν ξύλῳ, ζωὴ ὑπάρχων, ἀνεζώωσας διὰ μέγα ἔλεος, διὰ τοῦτο Λόγε δοξάζω σε.
Τοῖς Μύσταις σου Κύριε, συναυλιζόμενος παραδόξως, τούτοις ἔλεγες, Ἄπιτε, κηρύξατε, πανταχοῦ τὴν ἐμὴν Ἀνάστασιν.
Πιστούμενος Κύριε, τὴν Ἐγερσὶν σου τὴν ἐκ τοῦ τάφου, τοῖς φιλοῦσι σε Χριστέ, ἐν ἡμέραις πλείοσι, συνηυλίζου χαροποιῶν αὐτούς.
Ὠμμάτωσας Κύριε, Τυφλὸν ἐκ μήτρας γεγεννημένον, εἰπών, ἄπελθε, νίψαι καὶ ἀνάβλεψον, τὴν ἐμὴν δοξάζων θεότητα.
Δόξα...
Ὁμότιμε ἄναρχε, Τριὰς ἀμέριστε τῇ οὐσία, μεριστὴ ταῖς ὑποστάσεσι, σῷζε πάντας, τοὺς πιστῶς σε φόβῳ δοξάζοντας.
Καὶ νῦν... Θεοτοκίον.
Τὸν τόκον σου Ἄχραντε, τὸν ὑπὲρ φύσιν δοξολογοῦμεν, μακαρίζοντες πίστει σε πανάμωμε, ὡς Θεοῦ τῶν ὅλων λοχεύτριαν.
Καταβασία.
Εἰσακήκοα τὴν ἀκοήν, τῆς δυναστείας τοῦ Σταυροῦ σου, ὡς Παράδεισος ἠνοίγη δι΄ αὐτοῦ, καὶ ἐβόησα, Δόξα τῇ δυνάμει σου Κύριε.
Ὠδή ε΄. Ὁ Εἱρμός.
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾍδου σειραῖς, συνεχόμενοι, δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένω ποδί, Πάσχα κροτοῦντες αἰώνιον.
Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν, ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.
Τῆς Θεοτόκου.
Ὁ αὐτός.
Φωτίζεται θείαις ἀκτῖσι, καὶ ζωηφόροις ταῖς τῆς Ἀναστάσεως τοῦ Υἱοῦ σου, Θεομῆτορ ἄχραντε, καὶ χαρμονῆς ἐμπίπλαται, τῶν εὐσεβῶν ἡ Ὁμήγυρις.
Οὐκ ἤνοιξας πύλας Παρθένου, ἐν τῷ σαρκούσθαι μνήματος οὐκ ἔλυσας τὰς σφραγῖδας, Βασιλεῦ τῆς κτίσεως, ὅθεν ἐξαναστάντα σε, θεασαμένη ἠγάλλετο.
Τοῦ Τυφλοῦ Ὁ Εἱρμός.
Τὴν τάλαιναν ψυχήν μου, νυκτομαχοῦσαν τῷ σκότει τῶν παθῶν, προφθάσας οἴκτειρον, καὶ λάμψον νοητὲ Ἥλιε, ἡμεροφαεὶς ἀκτῖνας, ἐν ἐμοί, τοῦ διαυγάσαι τὴν νύκτα εἰς φῶς.
Ὑψώθης ἐπὶ ξύλου, καὶ συνανύψωσας πάντας τοὺς βροτούς, καὶ τὸν πολέμιον οἰκτίρμον, ὄφιν ἐθανάτωσας, καὶ ἐζώωσας τὸ πλάσμα τῶν χειρῶν τῶν σῶν, ὡς μόνος Θεὸς τοῦ παντός.
Ἐτέθης ἐν μνημείῳ, ὁ ἑκουσίως γενόμενος νεκρός, καὶ τὰ βασίλεια τοῦ ᾍδου, Βασιλεῦ ἀθάνατε, ἅπαντα ἐκένωσας, νεκροὺς τῇ Ἀναστάσει ἐγείρας τῇ σῇ.
Θαυμάσια μεγάλα, ἐκτελῶν Λόγε ἐπὶ γῆς, λαὸς σε ἀπέκτει νεν ἀνόμων, ἀλλ΄ αὐτὸς Κύριε, μόνος δυνατὸς ὑπάρχων, ἐκ νεκρῶν καθὼς προεῖπας, ἀνέστης Χριστέ.
Τὰ ὄμματα ἀνοίξας, τοῦ μὴ ἰδόντος τὸ φῶς τὸ αἰσθητόν, ψυχῆς ἐφώτισας τὰς κόρας, καὶ δοξάζειν ἔπεισας, τοῦτον ἐπιγνόντα σε ποιητήν, δι΄ εὐσπλαγχνίαν ὀφθέντα βροτόν.
Δόξα...
Τριάδα ἐν μονάδι, καὶ ἐν Τριάδι μονάδα, οἱ πιστοὶ δοξολογήσωμεν, Πατέρα καὶ Υἱὸν ἅπαντες, Πνεῦμα τὸ εὐθές, ἕνα Θεόν, δημιουργὸν τοῦ παντὸς ἀληθῶς.
Καὶ νῦν... Θεοτοκίον.
Πῶς τέτοκας μὴ γνοῦσα, Παρθενομῆτορ ἁγνή, πεῖραν ἀνδρὸς θεοχαρίτωτε; Πῶς τρέφεις τὸν τὴν κτίσιν τρέφοντα; μόνος ὡς ἐπίσταται αὐτός, ὁ τοῦ παντὸς ποιητὴς καὶ Θεός.
Καταβασία.
Ὀρθρίζοντες βοῶμεν σοι Κύριε, Σῶσον ἡμᾶς, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.
Ὠδὴ ς΄. Ὁ Εἱρμός.
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
Φυλάξας τὰ σήμαντρα σῶα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος, ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.
Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενὴ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.
Τῆς Θεοτόκου.
Ὁ αὐτός.
Ἀνῆκται τὸ πάλαι κρατούμενον, τῷ θανάτῳ καὶ φθορᾷ, διὰ τοῦ σαρκωθέντος, ἐκ σῆς ἀχράντου γαστρὸς πρὸς τὴν ἄφθαρτον, καὶ ἀΐδιον ζωήν, Θεοτόκε Παρθένε.
Κατῆλθεν ἐν τοῖς κατωτάτοις τῆς γῆς ὁ λαγόσι σου Ἁγνή, κατελθὼν καὶ οἰκήσας, καὶ σαρκωθεὶς ὑπὲρ νοῦν καὶ συνήγειρεν, ἑαυτῷ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.
Τοῦ Τυφλοῦ Ὁ Εἱρμός.
Ὡς τὸν Προφήτην τοῦ θηρός, ἐῤῥύσω Κύριε, κἀμὲ τοῦ βυθοῦ τῶν ἀκαθέκτων παθῶν, ἀνάγαγε δέομαι, ἵνα προσθήσω τοῦ ἐπιβλέψαι με, πρὸς ναὸν τὸν ἅγιον σου.
Ὁ σταυρωθεὶς μετὰ λῃστῶν, ἐῤῥύσω Δεσπότα, λῃστῶν πονηρῶν, καὶ ψυχοφθόρων παθῶν, φιλάνθρωπε Κύριε πάντας τοὺς ὑμνοῦντας σου τὴν Σταύρωσιν, καὶ τὴν Ἔγερσιν συμφώνως.
Ἔθεντο ἄπνουν σε νεκρόν, Χριστὲ ἐν μνήματι, τὸν πᾶσι νεκροῖς ἐμπνέοντα τὴν ζωήν, ἀνέστης δὲ Κύριε, πάντα κενώσας Λόγε τὰ μνήματα, θεϊκὴ σου δυναστεία.
Μετὰ τὴν Ἔγερσιν Χριστέ, τοῖς φίλοις ἔλεγες, Καθίσατε δὴ ἐν τῇ Ἱερουσαλήμ, ἕως ἂν ἐνδύσησθε, σθένος ἐξ ὕψους ἀήττητον, καὶ βεβαίαν συμμαχίαν.
Πηλὸν ποιήσας ὀφθαλμούς, Τυφλοῦ ἐπέχρισας, τοῦ ἐκ γενετῆς, καὶ ἐχαρίσω αὐτῷ τὸ βλέπειν, ὑμνούντι σου Λόγε, τὴν ἄχραντον δύναμιν, δι΄ ἧς ἔσωσας τὸν κόσμον.
Δόξα...
Ἡ τρισυπόστατος μονάς, Πάτερ ἀγέννητε, Υἱὲ γεννητέ, καὶ Πνεῦμα ἐκπορευτόν, τρισάγιε Κύριε, μία οὐσία καὶ δύναμις, σῷζε πάντα τὸν λαὸν σου.
Καὶ νῦν... Θεοτοκίον.
Τὰ μεγαλεῖα σου Ἁγνή, τὶς διηγήσεται; Θεὸν γὰρ ἐν σαρκί, ἔτεκες ὑπερφυῶς, κόσμον διὰ σοῦ ῥυόμενον, Παρθένε πανάμωμε, ἀπὸ πάσης ἁμαρτίας.
Καταβασια.
Ἐκύκλωσε με ἄβυσσος, ταφῇ μοι τὸ κῆτος ἐγένετο, ἐγὼ δὲ ἐβόησα, πρὸς σὲ τὸν φιλάνθρωπον, καὶ ἔσωσε με ἡ δεξιὰ σου Κύριε.
Κοντάκιον. Ἦχος δ΄.
Ἐπεφάνης σήμερον.
Τῆς ψυχῆς τὰ ὄμματα πεπηρωμένος, σοὶ Χριστὲ προσέρχομαι, ὡς ὁ Τυφλὸς ἐκ γενετῆς, ἐν μετανοίᾳ κραυγάζων σοι, Σὺ τῶν ἐν σκότει, τὸ φῶς τὸ ὑπέρλαμπρον.
Ὁ Οἶκος.
Ῥεῖθρον μοι δώρησαι Χριστέ, σοφίας τῆς ἀῤῥήτου, καὶ γνώσεως τῆς ἄνω, τὸ φῶς τῶν ἐν τῷ σκότει, καὶ πλανωμένων Ὁδηγέ, ἵνα διηγήσωμαι, ἅπερ ἡ θεία βίβλος ἐδίδαξε τοῦ Εὐαγγελίου τῆς εἰρήνης, δηλονότι, τὴν τοῦ Τυφλοῦ θαυματοποιϊαν, ὅτι ἐκ γενετῆς τυφλὸς ὑπάρχων, ὀφθαλμοὺς τοὺς αἰσθητοὺς ἀπολαμβάνει, καὶ τοὺς τῆς ψυχῆς, ἐν πίστει ἀνακραυγάζων, Σὺ τῶν ἐν σκότει, τὸ φῶς τὸ ὑπέρλαμπρον.
Συναξάριον.
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακὴ ἕκτη ἀπὸ τοῦ Πάσχα, τὸ εἰς τὸν ἐκ γενετῆς Τυφλὸν ἑορτάζομεν, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, Ἰησοῦ Χριστοῦ, θαῦμα.
Στίχοι.
Φωτὸς χορηγός, ἐκ φάους πλέον φάος, 
Τὸν ἐκ γενετῆς ὀμματοῖς Τυφλόν, Λόγε.

Τῷ ἀπείρῳ ἐλέει σου, φωτοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ΄. Ὁ Εἱρμός.
Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν, χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικόν, σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.
Θανάτου ἑορτάζομεν νέκρωσιν, ᾍδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.
Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὔτη ἡ σωτήριος, νὺξ καὶ φωταυγῆς, τῆς λαμπροφόρου ἡμέρας τῆς ἐγέρσεως, οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς, πᾶσιν ἐπέλαμψεν.
Τῆς Θεοτόκου.
Ὁ αὐτός.
Νεκρώσας ὁ Υἱός σου τὸν θάνατον, Πανάμωμε σήμερον, πᾶσι τοῖς θνητοῖς, τὴν διαμενοῦσαν ζωήν, εἰς αἰῶνας αἰώνων δεδώρηται, ὁ μόνος εὐλογητὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ὁ πάσης βασιλεύων τῆς κτίσεως, γενόμενος ἄνθρωπος, ᾤκησε τὴν σήν, θεοχαρίτωτε νηδύν, καὶ σταυρὸν ὑπομείνας καὶ θάνατον, ἀνέστη θεοπρεπῶς, συνεγείρας ἡμᾶς, ὡς παντοδύναμος.
Τοῦ Τυφλοῦ Ὁ Εἱρμός.
Πυρὸς σβεστήριον τῶν Παίδων ἡ προσευχή, δροσίζουσα κάμινος, κῆρυξ τοῦ θαύματος, μὴ φλογίζουσα, μηδὲ συγκαίουσα, τοὺς ὑμνολόγους Θεοῦ τῶν Πατέρων ἡμῶν.
Ἀναρτηθέντος σου ἐπὶ τοῦ ξύλου Σωτήρ, ἐσβέσθη ὁ ἥλιος, γῆ ἐκυμαίνετο, ἐσαλεύετο ἡ κτίσις, ἅπασα, καὶ ἐκ τῶν τάφων νεκροὶ ἐξηγείροντο.
Ἐξεγερθέντος σου ἐκ τῶν νεκρῶν Βασιλεῦ, ψυχαὶ συνηγέρθησαν, ἐκεῖ καθεύδουσαι, καὶ δοξάζουσαι τὴν δυναστείαν σου, δι΄ ἧς θανάτου δεσμὰ διελύθησαν.
Ὄρθρου μυρίσαι σε γυναίων ἦλθε χορός, μαθοῦσαι δὲ Κύριε ἐξεγερθέντα σε, συνέχαιρον τοῖς ἱεροῖς Μαθηταῖς, δι΄ ὧν παράσχου ἡμῖν ἱλασμὸν τῶν κακῶν.
Πηλὸν ἐπέχρισας τοὺς ὀφθαλμοὺς τοῦ Τυφλοῦ, καὶ τούτῳ προσέταξας πρὸς Σιλωὰμ ἀπελθεῖν, νιψάμενος δὲ ἀνέβλεψεν, ὑμνολογῶν σε Χριστέ, Βασιλεῦ τοῦ παντός.
Δόξα...
Πατέρα ἄναρχον, συνάναρχον τε Υἱόν, καὶ πνεῦμα πανάγιον ὑμνολογήσωμεν Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Βασιλεῦ τοῦ παντός.
Καὶ νῦν... Θεοτοκίον.
Μετὰ τὴν κύησιν, παρθένος ὤφθης Ἁγνή, Θεὸν γὰρ ἐγέννησας, καινοτομήσαντα φύσεις ἄχραντε, τῇ δυνάμει αὐτοῦ, ὃν ἐκδυσώπει ἀεί, τοῦ σωθῆναι ἡμᾶς.
Καταβασία.
Ὁ ἐν καμίνῳ πυρός, τοὺς ὑμνολόγους σώσας Παῖδας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Ὠδὴ η΄. Ὁ Εἱρμός.
Αὔτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρίς ἐστι πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος, τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς Ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεὸν εἰς τοὺς αἰῶνας.
Ἆρον κύκλῳ τοὺς ὀφθαλμοὺς σου Σιὼν καὶ ἴδε, ἰδοὺ γὰρ ᾔκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν, καὶ βορρᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τὰ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.
Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἐνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε, καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σε εὐλογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Τῆς Θεοτόκου.
Ὁ αὐτός.
Ἦλθε διὰ σοῦ εἰς τὸν κόσμον ὁ κτίστης, Παρθένε Θεοτόκε, καὶ τὴν γαστέρα τοῦ ᾍδου διαῤῥήξας θνητοῖς, τὴν Ἀνάστασιν ἡμῖν ἐδωρήσατο, διὸ εὐλογοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας.
Ὅλον καθελὼν τοῦ θανάτου τὸ κράτος, ὁ Υἱός σου Παρθένε, ἐν τῇ αὐτοῦ Ἀναστάσει, ὡς Θεὸς κραταιός, συνανύψωσεν ἡμᾶς, καὶ ἐθέωσε, διὸ ἀνυμνοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας.
Τοῦ Τυφλοῦ ὁ Εἱρμός.
Ἀγγέλων σύστημα, ἀνθρώπων σύλλογος, τὸν Βασιλέα καὶ κτίστην τοῦ παντός, ἱερεῖς ὑμνεῖτε, εὐλογεῖτε λευῖται, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἀγγέλων τάγματα, Σταυρῷ κρεμάμενον, σὲ κατιδόντα, Χριστὲ παμβασιλεύ, καὶ τὴν κτίσιν πᾶσαν, ἀλλοιοῦντα τῷ φόβῳ, ἐξέστησαν ὑμνοῦντα, τὴν σὴν φιλανθρωπίαν.
Ὁ Ἅδης κάτω σε, ἱδὼν ἐστέναξε, καὶ ἀπεδίδου σπουδαίως τοὺς νεκρούς, τοὺς ἐκ τοῦ αἰῶνος ἐκεῖσε φρουρουμένους, Χριστὲ ὑμνολογοῦντας, τὴν σὴν φιλανθρωπίαν.
Τελῶν τεράστια, Χριστὲ ἐξαίσια, ἐθελουσίως ὑψώθης ἐν σταυρῷ, καὶ νεκροῖς συνήφθης, ὁ νεκρώσας τὸν Ἅδην, καὶ πάντας ἐν ἀνδρεία, ἀπέλυσας δεσμίους.
Τυφλὸν ὠμμάτωσας, σοὶ προσελθόντα Χριστέ, τούτῳ προστάξας πηγὴ τοῦ Σιλωάμ, νίψασθαι καὶ βλέψαι, καὶ Θεόν σε κηρύξαι, σαρκὶ ἐπιφανέντα, εἰς κόσμου σωτηρίαν.
Δόξα...
Τριὰς ἀμέριστε, μονὰς ἀσύγχυτε, Θεὲ τῶν ὅλων καὶ κτίστα τοῦ παντός, τοὺς ὑμνολογοῦντας, καὶ πιστῶς προσκυνοῦντας, τὸ κράτος σου παντοίων, πειρατηρίων σῷζε.
Καὶ νῦν... Θεοτοκίον.
Παρθένε ἄχραντε, θεοχαρίτωτε, τὸν σὸν δυσώπει Υἱὸν διαπαντός, μὴ με καταισχύναι ἐν ἡμέρᾳ τῆς δίκης, ἀλλὰ συναριθμῆσαι, τοῖς ἐκλεκτοῖς προβάτοις.
Καταβασία.
Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων, γεννηθέντα Υἱὸν καὶ Θεόν, καὶ ἐπ΄ ἐσχάτων τῶν χρόνων, σαρκωθέντα, ἐκ Παρθένου Μητρός, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ΄. Ὁ Εἱρμός.
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Ὢ θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς! μεθ΄ ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω, ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.
Ὢ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὢ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρω, ἡμέρα τῆς βασιλείας σου.
Τῆς Θεοτόκου.
Ὁ αὐτός.
Συμφώνως Παρθένε, σὲ μακαρίζομεν πιστοί, Χαῖρε πύλη Κυρίου, χαῖρε πόλις ἔμψυχε, χαῖρε, δι΄ ἧς ἡμῖν ἔλαμψε, σήμερον φῶς τοῦ ἐκ σοῦ τεχθέντος, τῆς ἐκ νεκρῶν ἀναστάσεως.
Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτός, ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, λάμψας ἡλίου φαιδρότερον, καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.
Τοῦ Τυφλοῦ Ὁ Εἱρμός.
Ὅτι ἐποίησε σοι μεγαλεῖα ὁ δυνατός, παρ θένον ἀναδείξας σε ἁγνήν, μετὰ τὴν κύησιν, ὡς τεκοῦσαν ἀσπόρως τὸν ἑαυτῆς ποιητήν, διὸ σε, Θεοτόκε μεγαλύνομεν.
Ἰκρίω προσεπάγης τοῦ Σταυροῦ, Χριστὲ ὁ Θεός, καὶ πάσας ἐθριάμβευσας ἐχθροῦ, τὰς ἐναντίας ἀρχάς, καὶ τὴν πρῴην κατᾶραν Σῶτερ ἠφάνισας, διὸ σε κατὰ χρέος μεγαλύνομεν.
Ὡς ἔβλεψε σε Λόγε, Ἅδης κάτω μετὰ ψυχῆς, ἐστέναξε, καὶ πάντας τοὺς νεκρούς, φόβῳ ἀπέλυσεν, ἐπιγνόντας τὸ κράτος τῆς ἐξουσίας σου, μεθ΄ ὧν σε κατὰ χρέος μεγαλύνομεν.
Σημεῖα ἐκτελοῦντα, καὶ τεράστια φοβερά, ὁ δῆμος τῶν Ἑβραίων καθορῶν, φθόνῳ ἀπέκτεινε, τὸν σκυλεύσαντα Ἅδην τῇ Ἀναστάσει αὐτοῦ, καὶ πάντας ὡς δυνατὸς συνεγείραντα.
Ἠγέρθης καθὼς εἶπας, Ζωοδότα ἐκ τῶν νεκρῶν, καὶ ὤφθης τοῖς ἁγίοις Μαθηταῖς μετὰ τὴν Ἔγερσιν, ὁ σημεῖα ποιήσας, καὶ ὀμματώσας τυφλούς, μεθ΄ ὧν σε εἰς αἰῶνας μεγαλύνομεν.
Δόξα...
Φῶς τὸν Πατέρα σέβω, φῶς δοξάζω καὶ τὸν Υἱόν, φῶς ἀνυμνῶ τὸ Πνεῦμα τὸ εὐθές, ἓν φῶς ἀμέριστον, ἐν τρισὶ χαρακτῆρσι κατανοούμενον, Θεὸν Βασιλέα πάσης κτίσεως.
Καὶ νῦν... Θεοτοκίον.
Φανεῖσα πλατυτέρα οὐρανῶν, Παρθένε ἁγνή, ἐχώρησας Θεὸν σωματικῶς, τὸν ἀπερίγραπτον, καὶ ἐκύησας πάντων εἰς ἀπολύτρωσιν, τῶν πίστει ἀδιστάκτῳ ἀνυμνούντων σε.
Καταβασία.
Σὲ τὴν ὑπὲρ νοῦν, καὶ λόγον Μητέρα Θεοῦ, τὴν ἐν χρόνῳ τὸν ἄχρονον ἀφράστως κυήσασαν, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν.
Τὸ, Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν...
Ἐξαποστειλάριον τοῦ Πάσχα.
Ἦχος β΄.
Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τρι ἥμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.
Τοῦ Τυφλοῦ Ὅμοιον.
Τοὺς νοερούς μου ὀφθαλμούς, πεπηρωμένους Κύριε, ἐκ ζοφερὰς ἁμαρτίας, σὺ φωταγώγησον ἐνθείς, οἰκτίρμον τὴν ταπείνωσιν, καὶ τοῖς τῆς μετανοίας καθαρᾶς με δάκρυσιν.
Ἕτερον Γυναῖκες ἀκουτίσθητε.
Παράγων ὁ Σωτὴρ ἡμῶν, εὗρε Τυφλὸν ἀόμματον, πτύσας χαμαὶ καὶ ποιήσας, πηλὸν ἐπέχρισε τοῦτον, πρὸς Σιλωὰμ ἀπέστειλε, τοῦ ἀπελθεῖν καὶ νίψασθαι, ὁ δὲ νιψάμενος ἦλθε, βλέπων τὸ φῶς σου Χριστέ μου.
Εἰς τοὺς Αἴνους.
Ἱστῶμεν Στίχους η΄ καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα ζ΄.
Ἦχος πλ. α΄.
Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου, οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοι σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντες σε στρατιῶται, ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν, ἐν πίστει τὸ μυστήριον, ὁ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.
Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαῤῥήξας, τοῦ μνήματος ἀνέστης, καταλιπὼν σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῇς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαία, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.
Κύριε, αἱ Γυναῖκες ἔδραμον ἐπὶ τῷ μνῆμα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι΄ ἡμᾶς παθόντα, καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων, Ἀνέστη ὁ Κύριος, εἴπατε τοῖς μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.
Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς μαθητὰς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας, ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.
Στιχερὰ Ἀνατολικά.
Κύριε, ὁ Βασιλεὺς τῶν αἰώνων, καὶ Ποιητὴς τῶν ἁπάντων, ὁ δι΄ ἡμᾶς σταύρωσιν, καὶ ταφὴν σαρκὶ καταδεξάμενος, ἵνα ἡμᾶς τοῦ ᾍδου ἐλευθερώσῃς πάντας, σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.
Κύριε, τὰ ὑπερλάμποντα σου θαύματά τις διηγήσεται; ἥ τις ἀναγγελεῖ τὰ φρικτὰ σου μυστήρια; ἐνανθρωπήσας γὰρ δι΄ ἡμᾶς, ὡς αὐτὸς ἠθέλησας, τὸ κράτος ἐφανέρωσας τῆς δυνάμεως σου, ἐν γὰρ τῷ Σταυρῷ σου, τῷ Λῃστῇ Παράδεισον ἤνοιξας, καὶ ἐν τῇ Ταφὴ σου, τοὺς μοχλοὺς τοῦ ᾍδου συνέτριψας, καὶ ἐν τῇ Ἀναστάσει σου, τὰ σύμπαντα ἐπλούτισας. Εὔσπλαγχνε δόξα σοι.
Μυροφόροι γυναῖκες, τὸν τάφον σου καταλαβοῦσαι, λίαν πρωΐ, ἐπεζήτουν σε μυρίσαι τὸν Ἀθάνατον Λόγον καὶ Θεόν, καὶ τοῦ Ἀγγέλου τοῖς ῥήμασιν ἐνηχηθεῖσαι, ὑπέστρεφον ἐν χαρά, τοῖς, Ἀποστόλοις μηνῦσαι ἐμφανῶς, ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ παρέχεις τῷ κόσμῳ ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.
Καὶ τοῦ Τυφλοῦ Ἰδιόμελον. ἕν.
Ἦχος πλ. δ΄.
Στίχ. Ἐπίβλεψον ἐπ΄ ἐμέ, καὶ ἐλέησόν με.
Ὁ διὰ σπλάγχνα ἐλέους σαρκωθείς, Χριστὲ ὁ Θεός, τὸν τοῦ φωτὸς ἐστερημένον ἀπὸ μήτρας, σπλάγχνοις ἀφάτοις οἰκτιρμῶν, λαμπηδόνος θείας κατηξίωσας, τούτου τὰς κόρας, τῷ χοΐ τοῖς πλαστουργοῖς δακτύλοις σου προσψαύσας, Αὐτὸς καὶ νῦν φωτοπάροχε, καὶ ἡμῶν καταύγασον, τὰ τῆς ψυχῆς αἰσθητήρια, ὡς μόνος ἀφθονοπάροχος.
Δόξα... Ἦχος ὁ αὐτός.
Τὶς λαλήσει τὰς δυναστείας σου Χριστέ; ἥ τις ἐξαριθμήσει τῶν θαυμάτων σου τὰ πλήθη; διπλοῦς γὰρ ὡς ὠράθης ἐπὶ γῆς δι΄ ἀγαθότητα, διπλᾶς καὶ τὰς ἰάσεις τοῖς νοσοῦσιν ἐχορήγεις, οὐ μόνον γὰρ τοῦ σώματος ὀφθαλμοὺς διήνοιξας, τοῦ ἀπὸ μήτρας πηρωθέντος, ἀλλὰ καὶ τοὺς τῆς ψυχῆς, ὅθεν Θεόν σε ὡμολόγει τὸν κρυπτόμενον, καὶ πᾶσι παρέχοντα τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον.
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ Ἅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία μεγάλη.
Καὶ Ἀπόλυσις.
Εἰς τὴν α΄ Ὥραν.
ΕΩΘΙΝΟΝ Η΄. Ἦχος πλ. δ΄.
Τὰ τῆς Μαρίας δάκρυα οὐ μάτην χείνται θερμῶς, ἰδοὺ γὰρ κατηξίωται, καὶ διδασκόντων Ἀγγέλων, καὶ τῆς ὄψεως τῆς σῆς ὢ Ἰησοῦ, ἀλλ΄ ἔτι πρόσγεια φρονεῖ, οἵα γυνὴ ἀσθενῇς, διὸ καὶ ἀποπέμπεται μὴ προσψαῦσαι σοι Χριστέ. Ἀλλ΄ ὅμως κῆρυξ πέμπεται τοῖς σοῖς Μαθηταῖς, οἷς εὐαγγέλια ἔφησε, τὴν πρὸς τὸν Πατρῷον κλῆρον ἄνοδον ἀπαγγέλλουσα. Μεθ΄ ἧς ἀξίωσον καὶ ἡμᾶς, τῆς ἐμφάνειας σου, Δεσπότα Κύριε.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ τοῦ Ἤχου.
Λῃστὴς ἐν τῷ Σταυρῷ, Θεὸν εἶναι σε πιστεύσας Χριστέ, ὡμολόγησε σε εἰλικρινῶς ἐκ καρδίας, Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ βασιλείᾳ σου.
Τὸν ἐν τῷ ξύλῳ τοῦ Σταυροῦ, ζωὴν ἀνθήσαντα τῷ γένει ἡμῶν, καὶ ξηράναντα τὴν ἐκ τοῦ ξύλου κατᾶραν, ὡς Σωτῆρα καὶ δημιουργόν, συμφώνως ὑμνήσωμεν.
Σταυρωθέντος σου Χριστέ, ἐν μέσῳ δύο καταδίκων λῃστῶν, ὁ μὲν εἰς βλασφημῶν σε κατεκρίθη δικαίως, ὁ δὲ ἄλλος σὲ ὁμολογῶν, Παράδεισον ᾤκησε.
Τῶν Ἀποστόλων τὸν χορόν, παραγενόμεναι γυναῖκες σεμναί, ἀνεβόησαν, ὁ Χριστὸς ἀνέστη, ὡς Δεσπότην καὶ δημιουργόν, αὐτὸν προσκυνήσωμεν.
Καὶ ἀπὸ τοῦ κανόνος τοῦ Τυφλοῦ, Ὠδὴ ς΄.
Ἀπόστολος, καὶ Εὐαγγέλιον τῆς ἡμέρας.
Κοινωνικόν.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου