Μπες και Δες

Δεν είναι πάντα στη ζωή μας απαραίτητα τα χρήματα, μπορούμε να προσφέρουμε στον συνάνθρωπό μας και με λίγη καλή θέληση. Χρήματα μπορεί να μην υπάρχουν, όμως πάντα υπήρχαν, υπάρχουν και θα υπάρχουν άνθρωποι που θα χαρίσουν λίγα χαμόγελα… Μάθε για την ομάδα μας … Βοήθησε και εσύ ……

Δευτέρα 30 Απριλίου 2012

Ακολουθία της Κυριακής του Παραλύτου (Λόγια από το Πεντηκοστάριον)



ΚΥΡΙΑΚΗ ΤΟΥ ΠΑΡΑΛΥΤΟΥ
ΤΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ
ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Εἰς τὸ, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα.
Ἦχος γ΄.
Τῷ σῷ σταυρῷ Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ διαβόλου ἡ πλάνη κατήργηται, γένος δὲ ἀνθρώπων πίστει σωζόμενον, ὕμνον σοι καθ΄ ἑκάστην προσφέρει.
Πεφώτισται τὰ σύμπαντα, τῇ ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέωκται, πᾶσα δὲ ἡ κτίσις ἀνευφημοῦσα σε, ὕμνον σοι καθ΄ ἑκάστην προσφέρει.
Δοξάζω τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύναμιν, καὶ Πνεύματος ἁγίου, ὑμνῶ τὴν ἐξουσίαν, ἀδιαίρετον, ἄκτιστον θεότητα, Τριάδα ὁμοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος.
Τὸν Σταυρόν σου τὸν τίμιον, προσκυνοῦμεν Χριστέ, καὶ τὴν ἀνάστασιν σου ὑμνοῦμεν καὶ δοξάζομεν, τῷ γὰρ μώλωπι σου, ἡμεῖς οἱ πάντες ἰάθημεν.
Δόξα... Ἦχος πλ. α΄.
Ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἐπὶ τῇ Προβατικὴ κολυμβήθρα, τῇ λεγομένη κατὰ Ἰουδαίους Βηθεσδά, πέντε στοὰς ἐχούσῃ, ἐν ταύταις γὰρ κατέκειτο πλῆθος τῶν ἀσθενούντων, Ἄγγελος γὰρ τοῦ Θεοῦ, κατὰ καιρὸν ἐπιφοιτών, διετάραττεν αὐτήν, καὶ ῥῶσιν ἐχαρίζετο τοῖς προσιοῦσιν ἐν πίστει. Καὶ ἱδὼν ὁ Κύριος χρονιοῦντα ἄνθρωπον, λέγει πρὸς αὐτόν, θέλεις ὑγιὴς γενέσθαι; ὁ ἀσθενῶν ἀπεκρίνατο, Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν, ἰατροῖς κατηνάλωσα τὸν ἅπαντά μου βίον, καὶ ἐλέους τυχεῖν οὐκ ἠξιώθην. Ἀλλ΄ ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων λέγει πρὸς αὐτόν. Ἆρον σου τὸν κράββατον καὶ περιπάτει, κηρύττων μου τὴν δύναμιν, καὶ τὸ μέγα ἔλεος ἐν τοῖς πέρασιν.
Καὶ νῦν... Θεοτοκίον.
Τὸ Δογματικὸν Ἦχος γ΄.
Μέγιστον θαῦμα! Παρθένος τεκοῦσα καὶ τὸ τεχθέν, Θεὸς πρὸ αἰώνων, προφανὴς ὁ τόκος, καὶ τὸ τελούμενον ὑπὲρ φύσιν. Ὢ μυστηρίου φρικώδους! ὃ καὶ νοούμενον, ἄφραστον μένει, καὶ θεωρούμενον, οὐ καταλαμβάνεται. Μακαρία σὺ εἶ, ἄχραντε Κόρη, Ἀδὰμ τοῦ γηγενοῦς θυγάτηρ, καὶ Θεοῦ τοῦ Ὑψίστου φανεῖσα Μήτηρ, αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον, τὸ Ἀναστάσιμον Στιχηρόν.
Ἦχος γ΄.
Ὁ τῷ πάθει σου Χριστέ, ἀμαυρώσας τὸν ἥλιον, καὶ τῷ φωτὶ τῆς σῆς Ἀναστάσεως, φαιδρύνας τὰ σύμπαντα, πρόσδεξαι ἡμῶν, τὸν ἐσπερινὸν ὕμνον Φιλάνθρωπε.
Εἶτα τὰ παρόντα τῆς Θεοτόκου.
Ἦχος γ΄.
Μεγάλη τοῦ Σταυροῦ σου.
Στίχ. Ἄκουσον, θυγάτερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Μεγάλης διὰ σοῦ εὐεργεσίας Ἄχραντε, τυχόντες σὺν Ἀγγέλοις, τὸν τόκον σου δοξάζομεν, τὸν καταξιώσαντα, ἐν μήτρᾳ σου τεχθῆναι, δι΄ ἄκραν εὐσπλαγχνίαν, καὶ ἀναπλάσαντα τῶν ἀνθρώπων τὸ γένος.
Στίχ. Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεᾷ καὶ γενεά.
Σὲ πάντες καταφύγιον, καὶ θείαν σκέπην ἁγνή, ἁμαρτωλοὶ ἐν βίῳ, κεκτήμεθα Παρθένε, ἱκετεύομεν οὖν πάντες σὴν εὐσπλαγχνίαν, Μὴ ἀποστῇς ἀφ΄ ἡμῶν δεόμεθα, ἀλλ΄ ἐλέει καὶ σῷζε.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ τῆς γῆς.
Τὸ Χαῖρε Θεοτόκε, Μήτηρ ἀειπάρθενε, οἱ χοϊκοὶ σου δοῦλοι προσφέρομεν ἀξίως, σὺν τῷ Γαβριὴλ τῷ θείῳ ταξιάρχῃ, καὶ γὰρ χαρᾶς πρόξενος, καὶ ἀγαλλίαμα, σὺ ἐγένου τῷ κόσμῳ.
Δόξα... Καὶ νῦν...
Ἦχος πλ. δ΄.
Ἐν τῇ Στοὰ τοῦ Σολομῶντος, ἐκεῖ κατέκειτο πλῆθος τῶν ἀσθενούντων, καὶ μεσούσης τῆς Ἑορτῆς, εὗρεν ὁ Χριστὸς ὀκτὼ καὶ τριάκοντα ἐτῶν παράλυτον κείμενον, δεσποτικῇ φωνῇ λέγει πρὸς αὐτόν, θέλεις ὑγιὴς γενέσθαι; ὁ ἀσθενῶν ἀπεκρίνατο, Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν, ὁ δὲ λέγει πρὸς αὐτόν, Ἆρον σου τὴν κλίνην, ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμαρτάνε, Τῆς Θεοτόκου πρεσβείαις Κύριε, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.
Τὸ, Νῦν ἀπολύεις, καὶ τὰ λοιπά, καὶ Ἀπόλυσις.
ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Μετὰ τὸ, Χριστὸς ἀνέστη, κ.τ.λ. εἰς τὸ, Κύριε ἐκέκραξα ἱστῶμεν Στίχους Ι΄ καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου ζ΄.
Ἦχος γ΄.
Τῷ σῷ σταυρῷ Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ διαβόλου ἡ πλάνη κατήργηται, γένος δὲ ἀνθρώπων πίστει σωζόμενον, ὕμνον σοι καθ΄ ἑκάστην προσφέρει.
Πεφώτισται τὰ σύμπαντα, τῇ ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέωκται, πᾶσα δὲ ἡ κτίσις ἀνευφημοῦσα σε, ὕμνον σοι καθ΄ ἑκάστην προσφέρει.
Δοξάζω τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύναμιν, καὶ Πνεύματος ἁγίου, ὑμνῶ τὴν ἐξουσίαν, ἀδιαίρετον, ἄκτιστον θεότητα, Τριάδα ὁμοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος.
Στιχηρὰ Ἀνατολικά.
Τὸν Σταυρόν σου τὸν τίμιον, προσκυνοῦμεν Χριστέ, καὶ τὴν ἀνάστασιν σου ὑμνοῦμεν καὶ δοξάζομεν, τῷ γὰρ μώλωπι σου, ἡμεῖς οἱ πάντες ἰάθημεν.
Ὑμνοῦμεν τὸν Σωτῆρα, τὸν ἐκ τῆς Παρθένου σαρκωθέντα, δι΄ ἡμᾶς γὰρ ἐσταυρώθη, καὶ τῇ τρίτη ἡμέρα ἀνέστη, δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.
Τοῖς ἐν ᾄδῃ καταβὰς Χριστὸς εὐηγγελίσατο, θαρσεῖτε λέγων, νῦν νενίκηκα, Ἐγὼ ἡ Ἀνάστασις, ἐγὼ ὑμᾶς ἀνάξω, λύσας θανάτου τὰς πύλας.
Οἱ ἀναξίως ἑστῶτες, ἐν τῷ ἀχράντῳ σου οἴκῳ, ἐσπερινὸν ὕμνον ἀναμέλπομεν, ἐκ βαθέων κραυγάζοντες, Χριστὲ ὁ Θεός, ὁ φωτίσας τὸν κόσμον τῇ τριημέρῳ Ἀναστάσει σου, ἐξελοῦ τὸν λαὸν σου, ἐκ χειρὸς τῶν σου Φιλάνθρωπε.
Στιχηρὰ Ἰδιόμελα τοῦ Παραλύτου δύο.
Ἦχος α΄.
Ὁ τῇ παλάμη τῇ ἀχράντῳ, πλαστουργήσας τὸν ἄνθρωπον, ἦλθες εὔσπλαγχνε, τοὺς νοσοῦντας ἰάσασθαι Χριστέ, τὸν Παράλυτον ἐν τῇ Προβατικὴ κολυμβήθρα, διὰ τοῦ λόγου σου ἀνέστησας, Αἱμόῤῥου δὲ τὸ ἄλγος ἐθεράπευσας, τῆς Χαναναίας τὴν παῖδα ἐνοχλουμένην ἐλέησας, καὶ τὴν αἴτησιν τοῦ Ἑκατοντάρχου οὐ παρεῖδες διὰ τοῦτο κράζομεν, Παντοδύναμε Κύριε, δόξα σοι. (Δίς).
Ἄταφος νεκρὸς ὑπάρχων ὁ Παράλυτος, ἱδὼν σε ἐβόησεν, Ἐλέησόν με Κύριε, ὅτι ἡ κλίνη μου τύμβος μοι ἐγένετο, Τὶ μοι κέρδος ζωῆς; οὐ χρῄζω τῆς Προβατικὴς κολυμβήθρας, οὐ γάρ ἐστι μοι τὶς ὁ ἐμβάλλων με, ταραττομένων τῶν ὑδάτων, ἀλλὰ σοὶ τῇ πηγὴ προσέρχομαι τῶν ἰαμάτων, ἵνα κἀγὼ μετὰ πάντων κράζω, Παντοδύναμε Κύριε, δόξα σοι.
Δόξα... Ἦχος πλ. α΄.
Ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἐπὶ τῇ Προβατικὴ κολυμβήθρα, τῇ λεγομένη κατὰ Ἰουδαίους Βηθεσδά, πέντε στοὰς ἐχούσῃ, ἐν ταύταις γὰρ κατέκειτο πλῆθος τῶν ἀσθενούντων, Ἄγγελος γὰρ τοῦ Θεοῦ, κατὰ καιρὸν ἐπιφοιτών, διετάραττεν αὐτήν, καὶ ῥῶσιν ἐχαρίζετο τοῖς προσιοῦσιν ἐν πίστει, Καὶ ἱδὼν ὁ Κύριος χρονιοῦντα ἄνθρωπον, λέγει πρὸς αὐτόν, θέλεις ὑγιὴς γενέσθαι; ὁ ἀσθενῶν ἀπεκρίνατο, Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν, ἰατροῖς κατηνάλωσα τὸν ἅπαντά μου βίον, καὶ ἐλέους τυχεῖν οὐκ ἠξιώθην, Ἀλλ΄ ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων λέγει πρὸς αὐτόν, Ἆρον σου τὸν κράββατον καὶ περιπάτει, κηρύττων μου τὴν δύναμιν, καὶ τὸ μέγα ἔλεος ἐν τοῖς πέρασιν.
Καὶ νῦν... Θεοτοκίον Ἦχος γ΄.
Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον Πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ΄ ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα, Διὸ Μητροπάρθενε Δέσποινα, αὐτὸν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.
Εἴσοδος τὸ, Φῶς ἱλαρόν...
Προκείμενον τῆς ἡμέρας.
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπιαν ἐνεδύσατο.
Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύμαμιν, καὶ περιεζώσατο.
Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσαται.
Εἰς τὴν Λιτήν.
Τὸ Στιχηρὸν τοῦ Ἁγίου τῆς Μονῆς.
Δόξα... Ἦχος πλ. α΄.
Ποίημα τοῦ Κουμουλά.
Ἐπὶ τῇ Προβατικὴ κολυμβήθρα, ἄνθρωπος κατέκειτο ἐν ἀσθενείᾳ, καὶ ἱδὼν σε Κύριε ἐβόα, Ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με ἐν αὐτῷ, ἐν ᾧ δὲ πορεύομαι, ἄλλος προλαμβάνει με, καὶ λαμβάνει τὴν ἴασιν, ἐγὼ δὲ ἀσθενῶν κατάκειμαι, καὶ εὐθὺς σπλαγχνισθεὶς ὁ Σωτήρ, λέγει πρὸς αὐτόν, Διὰ σὲ ἄνθρωπος γέγονα, διὰ σὲ σάρκα περιβέβλημαι, καὶ λέγεις ἄνθρωπον οὐκ ἔχω; ἆρον σου τὸν κράββατον καὶ περιπάτει, Πάντα σοι δυνατά, πάντα ὑπακούει, πάντα ὑποτέτακται, πάντων ἡμῶν μνήσθητι, καὶ ἐλέησον Ἅγιε, ὡς φιλάνθρωπος.
Καὶ νῦν... Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι΄ ἧς ὁ λυτρωτής μου, Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων, οὖς ἔπλασε κατ εἰκόνα ἰδίαν, χειρὶ τῇ ἑαυτοῦ, Διὸ πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὸν Ἀναστάσιμον.
Ἦχος γ΄.
Ὁ τῷ πάθει σου Χριστέ, ἀμαυρώσας τὸν ἥλιον, καὶ τῷ φωτὶ τῆς σῆς Ἀναστάσεως, φαιδρύνας τὰ σύμπαντα, πρόσδεξαι ἡμῶν, τὸν ἐσπερινὸν ὕμνον Φιλάνθρωπε.
Ἦχος πλ. α΄.
Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.
Στιχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε, Δέχου παρ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε, Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, τὶ θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.
Στίχ. Αὔτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὢ Πάσχα λύτρον λύπης, καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων, Κηρύξατε Ἀποστόλοις.
Δόξα... Ἦχος πλ. δ΄.
Ἐν τῇ Στοὰ τοῦ Σολομῶντος, ἐκεῖ κατέκειτο πλῆθος τῶν ἀσθενούντων, καὶ μεσούσης τῆς Ἑορτῆς, εὗρεν ὁ Χριστὸς ὀκτὼ καὶ τριάκοντα ἐτῶν παράλυτον κείμενον, δεσποτικὴ φωνὴ λέγει πρὸς αὐτόν, θέλεις ὑγιὴς γενέσθαι; ὁ ἀσθενῶν ἀπεκρίνατο, Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν, ὁ δὲ λέγει πρὸς αὐτόν, Ἆρον σου τὴν κλίνην, ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμαρτάνε, Τῆς Θεοτόκου πρεσβείαις Κύριε, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν... Ἦχος πλ. α΄.
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα, Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς, Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν, Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Ἀπολυτίκιον. Ἦχος γ΄.
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾍδου ἐῤῥύσατο ἡμᾶς, καὶ παρέσχε κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Σε τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε, ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Καὶ Ἀπόλυσις.
ΕΝ ΤΩ ΜΕΣΟΝΥΚΤΙΚΩ.
Ψάλλεται Κανὼν Τριαδικός, οὗ ἡ ἀκροστιχίς.
Αἰνῶ Τριὰς σε, τὴν μίαν θεαρχίαν.
Ὠδὴ α΄. Ἦχος γ΄.
Ὁ τὰ ὕδατα πάλαι.
Ἀκατάληπτε μόνη κυριαρχία, καὶ μία τριαδικὴ θεαρχία, τριλαμποὺς αἴγλης με τῆς σῆς ἀξίωσον νῦν, ὅπως ἀνυμνήσω σε, τὴν ὑμνουμένην ἀπαύστως, τρισαγίοις ἄσμασιν, Ἀγγέλων στόμασιν.
Ἱερῶς τῶν ἀΰλων, πᾶσαι αἱ τάξεις ὑμνοῦσι, ποιητικὴν ὡς αἰτίαν, ἑνικὴν τρίφωτον ἀρχικωτάτην σαφῶς, αἷς συμφώνως μέλψωμεν, καὶ τῶν ἀνθρώπων τὰ πλήθη, καὶ πιστῶς δοξάσωμεν, πηλίνοις στόμασι.
Νοῦν καὶ Λόγον καὶ Πνεῦμα, οἱ θεολόγοι προσφόρως, συμβολικῶς σε καλοῦσιν, ἀπαθῆ γέννησιν, ἐξ ἀγεννήτου Πατρός, τοῦ Υἱοῦ σημαίνοντες, Θεὲ μονάρχα τῶν ὅλων, ἅμα καὶ τοῦ Πνεύματος θείαν ἐκπόρευσιν.
Θεοτοκίον.
Ὡς φιλάνθρωπος φύσει, τὴν τῶν ἀνθρώπων οὐσίαν, προσειληφὼς Θεοῦ Λόγε, τὸ τρισσὸν ἔλαμψας μοναρχικώτατον φῶς, τῆς μιᾶς θεότητος, δεδοξασμένην τοῖς πᾶσι, δείξας τὴν τεκοῦσαν σε Παρθένον ἄχραντον.
Ὠδὴ γ΄.
Ὁ ἐκ μὴ ὄντων τὰ πάντα.
Τρισσεῦσαι πάλαι τὸ ὕδωρ προστεταχώς, Ἠλίας ταῖς σχίδαξι, τυπικῶς παρενέφηνε, τὴν τριττὴν ὑπόστασιν, τῆς ἑνιαίας Θεοῦ κυριαρχίας.
Ῥοώδης φύσις ὑμνεῖ σε τῶν γηγενῶν, τὸν ἕνα καὶ τρίφωτον, πλαστουργὸν ἀναλλοίωτον, καὶ βοᾶ σοι, Δεσπότα, παντοδαπὴς με τροπῆς ῥῦσαι καὶ σῶσον με.
Ἰσηγοροῦντες τοῖς λόγοις τῶν Προφητῶν, κλεινῶν Ἀποστόλων τε, καὶ κηρύκων τῆς πίστεως, Τριάδα σε, δοξολογοῦμεν πιστῶς Θεὲ τῶν ὅλων.
Θεοτοκίον.
Ἀπὸ τοῦ θρόνου κατῆλθε τοῦ ὑψηλοῦ, ὁ Χριστὸς τὸν ἄνθρωπον ἀνυψών, ὡς φιλάνθρωπος, διὰ σοῦ Πανάχραντε καὶ τὸ τρισήλιον φῶς ἔλαμψε πᾶσι.
Κάθισμα. Ἦχος γ΄.
Τὴν ὡραιότητα.
Ὁ ὑπερούσιος καὶ μόνος Κύριος, Χριστὸς ἀπαύγασμα, τοῦ προανάρχου Πατρός, καὶ Πνεῦμα τὸ θειότατον, ἐλέησον τοὺς δούλους σου, πάντες γὰρ ἡμάρτομεν, ἀλλὰ σοῦ οὐκ ἀπέστημεν, ὅθεν δυσωποῦμεν σε, τρισυπόστατε Κύριε, ὡς ἔχων ἐξουσίαν, τὸ πλάσμα σου, σῶσον ἐκ πάσης περιστάσεως.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Ὁ ὑπερούσιος, Θεὸς καὶ Κύριος, ἐκ σοῦ σεσάρκωται, δι΄ ἀγαθότητα, τὸ καθ΄ ἡμᾶς οὐσιωθείς, καὶ μείνας ὅπερ πέφυκεν, ὅθεν καὶ θεάνθρωπον, τοῦτον σέβοντες πάναγνε, σε τὴν ἀπειρόγαμον, Θεοτόκον κηρύττομεν δοξάζοντες τὸ μέγιστον θαῦμα, τῆς σῆς ἀσπόρου κυήσεως.
Ὠδὴ δ΄.
Ἔθου πρὸς ἡμᾶς.
Στέλεχος διττόν, ἐκ Πατρὸς ὡς ῥίζης ἐβλάστησεν, ὁ Υἱὸς καὶ Πνεῦμα τὸ εὐθές, οἱ συμφυεῖς βλαστοὶ καὶ θεόφυτοι, καὶ ἄνθη συνάναρχα, ὡς τρία εἶναι φῶτα τῆς θεότητος. (Δίς).
Στίφη νοερῶν, οὐσιῶν ἀπαύστως ὑμνοῦσι σε, τὸν ἀπερινόητον Θεόν, μεθ΄ ὧν ἡμεῖς δοξάζομεν λέγοντες, τριὰς ὑπερούσιε, τοὺς σοὺς οἰκέτας σῶσον ὡς φιλάνθρωπος.
Θεοτοκίον.
Ἔθελξας ἡμᾶς εἰς ἀγάπην σὴν πολυέλεε, Λόγε τοῦ Θεοῦ, ὁ δι΄ ἡμᾶς σωματωθεὶς ἀτρέπτως, καὶ τρίφωτον, τὴν μίαν θεότητα, μυσταγωγήσας, ὅθεν σε δοξάζομεν.
Ὠδὴ ε΄.
Ὡς εἶδεν Ἡσαΐας.
Τὸν ἕνα κυριάρχην εἰκονικῶς, ὡς εἶδεν Ἡσαΐας Θεόν, ἐν τρισὶ προσώποις δοξολογούμενον, ἀχράντοις φωναῖς Σεραφίμ, ἀπεστάλη τοῦ κηρύξαι παρευθύς, τρίφωτον οὐσίαν, καὶ μονάδα τρισήλιον. (Δίς).
Ἡ πάντων ἀοράτων καὶ ὁρατῶν, τὴν φύσιν ἐξ οὐκ ὄντων τὸ πρίν, ὑποστησαμένη μονὰς τρισήλιε, τοὺς ἕνα Θεόν σε πιστῶς, εὐφημοῦντας, ἐκ παντοίων πειρασμῶν ἐκλυτρωσαμένη, τῆς σῆς δόξης ἀξίωσον.
Θεοτοκίον.
Νυμφῶνα φωτοφόρον καὶ καθαρόν, Παρθένε γεγονυῖαν Θεοῦ, σε ὑμνοῦμεν πόθῳ καὶ μακαρίζομεν, ἐκ σοῦ γὰρ ἐτέχθη Χριστὸς ἐν οὐσίαις καὶ θελήσεσι διτταῖς, ὁ εἰς τῆς Τριάδος, καὶ τῆς δόξης ὧν Κύριος.
Ὠδὴ ς΄.
Ἄβυσσος ἐσχάτη.
Μέτοικος ὑπάρχων ὁ Ἀβραάμ, κατηξιώθη τυπικῶς ὑποδέξασθαι, ἑνικὸν μὲν Κύριον, ἐν τρισὶν ὑποστάσεσιν, ὑπερούσιον, ἀνδρικαῖς δὲ μορφώσεσιν. (Δίς).
Ἴθυνον καρδίας σῶν οἰκετῶν, πρὸς φῶς τὸ ἀπρόσιτον, ὢ τρισήλιε Κύριε, καὶ σῆς δόξης ἕλλαμψιν, παράσχου ταῖς ψυχαῖς ἡμῶν, τοῦ φαντάζεσθαι, τὸ σὸν κάλλος τὸ ἄῤῥητον.
Θεοτοκίον.
Ἄνοιξον τὰς πύλας μοι τοῦ φωτός, τοῦ κυηθέντος ἐκ νηδύος σου ἄχραντε, ἵνα βλέπω τρίφωτον, ἀκτῖνα τῆς θεότητος, καὶ δοξάζω σε τὴν Ὁλόφωτον Δέσποιναν.
Κάθισμα. Ἦχος γ΄.
Θείας πίστεως.
Θείας φύσεως Ὁμοουσίου, τὸ τρισήλιον ὑμνοῦμεν κράτος, καὶ τρισαγίαις φωναῖς ἐκβοήσωμεν, Ἅγιος εἶ, ὁ Πατὴρ ὁ προάναρχος, Ἅγιος εἶ, ὁ Υἱὸς ὁ συνάναρχος, Πνεῦμα ἅγιον, ὁ εἷς ἀμερὴς Θεὸς ἡμῶν, καὶ πάντων ποιητῆς, καὶ φιλάνθρωπος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Θαῦμα μέγιστον! πῶς συνεσχέθη, ὁ ἀχώρητος ἐν τῇ γαστρὶ σου, καὶ ἐσαρκώθη, καὶ ἐφάνη ὡς ἄνθρωπος, μὴ ὑπομείνας φυρμὸν ἢ διαίρεσιν, τῆς θεϊκὴς καὶ ἀτρέπτου θεότητος, Κόρη πάναγνε, διὸ Θεοτόκον σε πιστῶς, κηρύττομεν ἀεί, καὶ δοξάζομεν.
Ὠδὴ ζ΄.
Ὡς πάλαι τοὺς εὐσεβεῖς.
Ναὸν με δεῖξον τῆς σῆς, θεότητος Δεσπότα, τῆς τριλαμποὺς ὅλον φωτεινόν, ἁμαρτητικῆς ἀμαυρώσεως δεινῆς, καὶ παθῶν ἀνώτερον, ταῖς φωτουργαῖς σου λάμψεσιν, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Θεότητος τὴν μορφήν, μίαν καταγγέλλομεν, ἐν τρισὶν ὑποστατικαίς, καὶ διαιρεταῖς ἰδιότησι, Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος, Εὐλογητὸς εἶ, κράζοντες, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Ἐφάνη τῷ Ἀβραάμ, Θεὸς τρισυπόστατος, ἐν τῇ δρυΐ πάλαι τῇ Μαμβρή, τῆς φιλοξενίας μισθὸν τὸν Ἰσαάκ, ἀντιδοὺς δι΄ ἔλεον, ὅν περ καὶ νῦν δοξάζομεν ὡς Θεὸν τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ἐφάνη ἐπὶ τῆς γῆς, γενόμενος ἄνθρωπος, ὁ παντουργὸς ἀγαθοπρεπώς, ἐκ παρθενικῆς καὶ ἀχράντου σου γαστρός, καὶ ἡμᾶς ἐθέωσεν, εὐλογημένη, πάναγνε, Θεοτόκε πανάχραντε.
Ὠδὴ η΄.
Ἀστέκτω πυρί.
Ἀνάρχου Πατρὸς ὡς ἐκ ῥίζης, Λόγος, καὶ τὸ Πνεῦμα συνανάρχως πεφυκότες, ὡς βλαστοὶ τῆς ὑπερουσίου θεαρχίας, ἔδειξαν τῆς Τριάδος, δόξαν μίαν τε καὶ δύναμιν, ἣν ὑμνοῦμεν πάντες πιστοὶ εἰς τοὺς αἰῶνας. (Δίς).
Ῥυθμίζει ταῖς σαῖς φρυκτωρίαις, τάξεις οὐρανίους ἀναμέλπειν ἀσιγήτως, τρισαγίοις ᾄσμασι θείοις, Πάτερ, Λόγε σύμμορφε, καὶ τὸ Πνεῦμα, τρίφωτον, κράτος καὶ ἰσόῤῥοπον, ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Χρησμοὶ Προφητῶν τὸν σὸν τόκον, πόῤῥωθεν ἰδόντες, Θεοτόκε ἀνευφήμουν, ὡς ἀσπόρως καὶ ὑπὲρ φύσιν, γεννηθέντα Δέσποινα, καὶ συμφώνως τοῦτον ὑμνοῦμεν, ὡς Κύριον, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ΄.
Καινὸν τὸ θαῦμα.
Ἰδεῖν τὴν δόξαν τὴν τρισσολαμπή, αἳ θεοειδεῖς τῶν ἀσωμάτων τάξεις, σαφῶς ἀνιέναι πτέρυξιν, ἐφίενται ἄνω, ἀλλ΄ εὐλαβοῦνται σφόδρα τὸ ἀπρόσιτον φῶς, καὶ ὕμνον ἀπαύστως ἐκβοῶσι, Ταύταις συμφώνως, μοναδικὴ Τριὰς σε δοξάζομεν. (Δίς).
Ἀπλέτῳ πόθῳ καὶ οἱ ἐπὶ γῆς, νοερὰν ψυχὴν ἐκ σοῦ λαβόντες, καὶ λογικήν, σὲ ὑμνοῦμεν Δεσπότα, Θεὲ τῶν ἁπάντων, τὴν ἑνιαίαν φύσιν ἀληθῶς, καὶ τριττὴν προσώποις ἐξ ὅλης τῆς καρδίας, διὸ Οἰκτίρμον, ὡς πολυέλεος ἡμᾶς οἴκτιρον.
Θεοτοκίον.
Ναὸν με δεῖξον τῆς μοναρχικῆς, καὶ τριφεγγοῦς σου θεαρχίας φωτοειδή, καθαρῶς λατρεύειν σοι τῷ Κτίστῃ τῶν ὅλων, καὶ τῆς ἀφράστου δόξης νοερὸν θεωρόν, πρεσβείαις τῆς μόνης Θεοτόκου, ἣν ἐπαξίως, ὡς ὑπερένδοξόν μεγαλύνομεν.
Τὸ, Ἄξιόν ἐστι, καὶ τὰ λοιπά, ὡς σύνηθες, καὶ Ἀπόλυσις.
ΕΝ ΤΩ ΟΡΘΡΩ.
Μετὰ τὴν α΄ Στιχολογίαν.
Καθίσματα Ἀναστάσιμα.
Ἦχος γ΄.
Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων, ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ Δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρείσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκ ἔτι θάνατε κυριεύεις. Ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε.
Δόξα...
Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον κατ΄ αὐτοῦ ἐνισχύσας, τῆς ἀρχαίας κατάρας τὴν ἧτταν ἀνακαλούμενος, ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον.
Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι Θεοτόκε, Ποῖον σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τὶ δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι, διὸ ὡς προσετάγην βοῶ σοι. Χαῖρε ἡ Κεχαριτωμένη.
Μετὰ τὴν β΄ Στιχολογίαν.
Καθίσματα Ἦχος γ΄.
Τὴν ὡραιότητα.
Πάντα ἀνθρώπινα, καταδεξάμενος, πάντα ἡμέτερα, οἰκειωσάμενος, προσηλωθῆναι ἐν Σταυρῷ, εὐδόκησας ποιητά μου, θάνατον ἑλόμενος, ὑπομείναι ὡς ἄνθρωπος, ἵνα τὸ ἀνθρώπινον, ἐκ θανάτου λυτρώσης ὡς Θεός, διὸ ὡς ζωοδότη βοῶμεν σοι, Δόξα Χριστὲ τῇ εὐσπλαγχνία σου.
Δόξα...
Τὸ ἀκατάληπτον τὸ τῆς Σταυρώσεως, καὶ ἀνερμήνευτον τὸ τῆς Ἐγέρσεως, θεολογοῦμεν οἱ πιστοί, ἀπόῤῥητον Μυστήριον σήμερον γὰρ θάνατος, καὶ ὁ Ἅδης ἐσκύλευται, γένος δὲ ἀνθρώπινον ἀφθαρσίαν ἐνδέδυται, διὸ καὶ εὐχαρίστως κραυγάζομεν. Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.
Καὶ νῦν... Θεοτοκίον.
Τὰ ἐπουράνια, πόθῳ ἠγάλλοντο, καὶ τὰ ἐπίγεια, τρόμῳ ἐξίσταντο, ὅτε ἡ ἄχραντος φωνή, ἐπῆλθε σοι Θεοτόκε, μία γὰρ πανήγυρις, ἀμφοτέροις ἐπέλαμψεν, ὅτι τὸν Πρωτόπλαστον, ἐκ θανάτου ἐῤῥύσατο, διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμεν σοι, Χαῖρε ἁγνὴ Παρθενομῆτορ.
Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια.
Ἡ Ὑπακοή. Ἦχος γ΄.
Ἐκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος, ταῖς μυροφόροις ἔλεγε. Τὸν ζῶντα τὶ ζητεῖτε ἐν μνήματι; ἠγέρθη κενώσας τὰ μνήματα τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον, εἴπατε τῷ Θεῷ, Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.
Οἱ Ἀναβαθμοί. Ἀντίφωνον Α΄.
Τὴν αἰχμαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ Βαβυλῶνος κἀμὲ ἐκ τῶν παθῶν, πρόςζωην ἕλκυσον Λόγε.
Ἐν τῷ Νότῳ οἱ σπείροντες δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν χαρᾷ ἀειζωίας.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς Πατρὶ καὶ Υἱῷ συναστράπτει, ἐν ᾧ τὰ πάντα ζῇ καὶ κινεῖται.
Ἀντίφωνον Β΄.
Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρετῶν, μάτην κοπιῶμεν, τὴν δὲ ψυχὴν σκέποντος, οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν.
Τοῦ καρποῦ τῆς γαστρός, τῷ Πνεύματι υἱοποιητὼς σοι τῷ Χριστῷ, ὡς Πατρὶ οἱ Ἅγιοι πάντοτε εἶσι.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἐνθεωρεῖται πᾶσα ἁγιότης σοφία, οὐσιοὶ πᾶσαν γὰρ κτίσιν, αὐτῷ λατρεύσωμεν. Θεὸς γάρ, ὡς Πατρὶ τε καὶ Λόγῳ.
Ἀντίφωνον Γ΄.
Οἱ φοβούμενοι τὸν Κύριον, μακάριοι τρίβους βαδιοῦνται, τῶν ἐντολῶν φάγονται, ζωηρὰν γὰρ παγκαρπίαν.
Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι, καθορῶν σου Ποιμενάρχα, τὰ ἔκγονα φέροντα, κλάδους ἀγαθοεργίας.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ὁ πᾶς πλοῦτος τῆς δόξης, ἐξ οὗ χάρις καὶ ζωὴ πάσῃ τῇ κτίσει, σὺν Πατρὶ γάρ, ἀνυμνεῖται καὶ τῷ Λόγῳ.
Προκείμενον.
Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε, καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Στίχ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν.
Τὸ Πᾶσα πνοή. Εὐαγγέλιον Ἑωθινὸν Ε΄. Ἀνάστασιν Χριστοῦ θεασάμενοι. Ὁ Ν΄ καὶ τὰ λοιπά.
Οἱ Κανόνες τοῦ Πάσχα μετὰ τῶν Εἱρμῶν, καὶ τῆς Θεοτόκου εἰς η΄, καὶ τοῦ Παραλύτου εἰς ς΄.
Κανὼν τοῦ Πάσχα Ἦχος α΄.
Ὠδὴ α΄. Ὁ Εἱρμός.
Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα τῷ ἀπροσίτῳ φωτὶ τῆς Ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ἄδοντες.
Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἐορταζέτω δὲ κόσμος, ὁρατὸς τε ἅπας καὶ ἀόρατος, Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.
Κανὼν τῆς Θεοτόκου.
Ἦχος α΄.
Οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς πρώτοις Τροπαρίοις. Θεοφάνους.
Ὠδὴ α΄. Εἱρμὸς ὁ αὐτός.
Θανατώσεως τὸν ὀρὸν ἀνεμόχλευσας, τὴν αἰωνίαν ζωήν, κυοφορήσασα Χριστόν, τὸν ἐκ τάφου ἀναλάμψαντα σήμερον, Παρθένε πανάμωμε, καὶ τὸν κόσμον φωτίσαντα.
Ἀναστάντα κατιδοῦσα σὸν Υἱὸν καὶ Θεόν, χαίροις σὺν Ἀποστόλοις, θεοχαρίτωτε ἁγνή, καὶ τὸ Χαῖρε πρωτουργώς, ὡς πάντων χαρᾶς, αἰτία εἰσδέδεξαι, Θεομῆτορ πανάμωμε.
Κανὼν τοῦ Παραλύτου.
Οὗ ἡ Ἀκροστιχὶς ἐν τῇ Ἐνάτῃ Ὠδῄ.
Ἰωσήφ.
Ποίημα Ἰωσὴφ Θεσσαλονίκης.
Ὠδὴ α΄. Ἦχος γ΄.
Ὁ Εἱρμός.
Θαυμαστὸς ἐνδόξως, ποιῶν τέρατα, σὺ εἶ Θεός, ὁ ἄβυσσον γεώσας, καὶ ἅρματα καλύψας, καὶ λαὸν διασώσας, ἄδοντα σοι, ὡς λυτρωτῇ ἡμῶν Θεῷ.
Ἐνεργῶν σημεῖα, ποιῶν τέρατα, μόνε Βασιλεῦ, σταυρὸν ἐθελουσίως ὑπέστης, ὡς οἰκτίρμων, καὶ θάνατον θανάτῳ θανατώσας, ἐζωοποίησας ἡμᾶς.
Τῇ Χριστοῦ Ἐγέρσει, λαοὶ σήμερον, χορεύσωμεν πιστῶς, ἐσκύλευται ὁ Ἅδης, δεσμίους οὖς κατεῖχεν, ἀπέδωκε σπουδαίως, ἀνυμνοῦντας τὰ μεγαλεῖα τοῦ Θεοῦ.
Ὁ δυνάμει θείᾳ ποτὲ Παράλυτον, λόγῳ σου Χριστέ, συσφίγξας καὶ προστάξας, αὐτῷ τὴν κλίνην ἄραι, χρονίως ἀσθενοῦντι, τὴν ψυχήν μου νοσοῦσαν, ἴασαι δεινῶς.
Ἐν τῇ κολυμβήθρα, ποτὲ Ἄγγελος, τῇ Προβατική, κατήρχετο, καὶ ἕνα ἰάτο κατὰ χρόνον, Βαπτίσματι δὲ θείῳ νῦν καθαίρει, ἄπειρα πλήθη ὁ Χριστός.
Ἀρχηγὲ Ἀγγέλων, Ἀρχιστράτηγε τῶν ἄνω λειτουργῶν, τοὺς συναθροιζομένους, ἐν τῷ σεπτῷ ναῷ σου, καὶ τὸν Θεὸν ἀνυμνοῦντας, σκέπε, φρούρει, ἀπὸ παντοίων πειρασμῶν.
Δόξα...
Ἐν τρισὶ προσώποις, μιὰ φύσει δέ, ἄναρχον Θεόν, ὑμνήσωμεν ἀπαύστως μετὰ τῶν ἀσωμάτων, Πατέρα, Λόγον, Πνεῦμα, βασιλείαν ἔχουσαν, καὶ κράτος ἀμερές.
Καὶ νῦν... Θεοτοκίον.
Τὴν τιμῶσαν ταύτην, Ἁγνὴ πόλιν σου πάντοτε πιστῶς, περίσωζε κινδύνων, ἁλώσεως βαρβάρων, πολέμου ἐμφυλίου, καὶ μαχαίρας, καὶ πάσης ἄλλης ἀπειλῇς.
Καταβασία.
Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
Ὠδὴ γ΄. Ὁ Εἱρμός.
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ΄ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
Νῦν πάντα πεπλήρωται φωτός, οὐρανὸς τε καὶ γῆ καὶ τὰ καταχθόνια, ἐορταζέτω γοῦν πᾶσα κτίσις τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.
Χθὲς συνεθαπτόμην σοι Χριστέ, συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθές, αὐτὸς με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.
Τῆς Θεοτόκου.
Ὁ αὐτός.
Ἐπὶ τὴν ἀκήρατον ζωήν, ἐπανέρχομαι σήμερον ἀγαθότητι, τοῦ γεννηθέντος ἐκ σοῦ, καὶ πᾶσι τοῖς πέρασιν Ἁγνή, τὸ φέγγος ἀστράψαντος.
Θεὸν ὃν ἐκύησας σαρκί, ἐκ νεκρῶν καθὼς εἶπεν ἐξεγειρόμενον, θεασαμένη Ἁγνή, χόρευε, καὶ τοῦτον, ὡς Θεόν, ἄχραντε μεγαλῦνε.
Τοῦ Παραλύτου.
Ὁ Εἱρμός.
Στείρα ψυχὴ καὶ ἄγονε, κτῆσαι καρπὸν εὐκλεῆ, εὐτεκνουμένη βόησον, Ἐστερεώθη ἡ καρδία μου, οὐκ ἐστὶν ἅγιος, καὶ οὐκ ἐστὶ δίκαιος, πλὴν σου Κύριε.
Ὁρῶν σε πάλαι ἥλιος, ξύλῳ κρεμάμενον, Λόγε τὸ φῶς συνέστειλε, καὶ ἐδονεῖτο ἡ γῆ ἅπασα, νεκροὶ ἐξανίσταντο, νεκροῦ γενομένου σου, παντοδύναμε.
Μετὰ ψυχῆς ἐλθόντος σου, ἐν τῇ κοιλία τῆς γῆς, ψυχὰς ἄς περ ἐκέκτητο, ἐναπεδίδου Ἅδης σπουδή, βοώσας τῷ κράτει σου, ᾠδὴν χαριστήριον, μόνε Κύριε.
Τὴν ἐπὶ χρόνους πλείονας, ἐξασθενοῦσαν δεινῶς, ψυχήν μου ὑπεράγαθε, ὡς τὸν Παράλυτον πρίν, ὑγίωσον, ὡς ἂν βηματίζω σου, τὰς τρίβους, ἃς ἔδειξας τοῖς ποθοῦσι σε.
Μετὰ τῶν ἄνω τάξεων, Θεοῦ Ἀρχάγγελε, ἱκετηρίαν ποίησον, ὑπὲρ τῶν πίστει ἀνυμνούντων σε φρουρῶν, συντηρὼν ἡμᾶς τοῦ βίου τοῖς πάθεσι περιπίπτοντας.
Δόξα...
Δόξα, Πατρὶ βοήσωμεν, Υἱῷ, καὶ Πνεύματι, εἷς γὰρ ὑπάρχει φύσει Θεός, ὃν αἱ δυνάμεις πᾶσαι τῶν οὐρανῶν, ἐν φόβῳ δοξάζουσι, τὸ, Ἅγιος, Ἅγιος, Ἅγιος, κράζουσι.
Καὶ νῦν... Θεοτοκίον.
Ἄσπορον ἔσχες σύλληψιν, καὶ ὑπὲρ νοῦν τοκετόν, Παρθενομῆτορ ἄχραντε, ἔργον φρικῶδες, θαῦμα μέγιστον, Ἀγγέλοις τιμώμενον, βροτοῖς δοξαζόμενον, Κόρη Δέσποινα.
Καταβασία.
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ΄ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
Καθίσματα Ἦχος γ΄.
Τὴν ὡραιότητα τῆς παρθενίας σου.
Ῥῆμα Παράλυτον, μόνον συνέσφιγξεν, ὡς ὁ παγκόσμιος, λόγος ἐφθέγξατο, τοῦ δι΄ ἡμᾶς ἐπὶ τῆς γῆς ὀφθέντος δι΄ εὐσπλαγχνίαν, ὅθεν καὶ τὸν κράββατον, ἐπιφέρων διήρχετο, κἂν οἱ Γραμματεῖς ὁρᾶν, τὸ πραχθὲν οὐχ ὑπέφερον, κακίας κατεχόμενοι φθόνῳ, τῷ ψυχὰς παραλύοντι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Αὐτόμελον.
Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι, Θεοτόκε, Ποῖον σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τὶ δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι, διὸ ὡς προσετάγην, βοῶ σοι, Χαῖρε ἡ κεχαριτωμένη.
Ὠδὴ δ΄. Ὁ Εἱρμός.
Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ΄ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.
Ἄρσεν μὲν ὡς διανοίξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βροτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθῆς, τέλειος λέλεκται.
Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος Χριστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὔθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.
Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ, ἥλατο σκιρτών, ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.
Τῆς Θεοτόκου.
Ὁ αὐτός.
Ὁ διαπλάσας τὸν Ἀδάμ, τὸν σὸν προπάτορα Ἁγνή, πλάττεται ἐκ σοῦ, καὶ θανάτῳ, τῷ οἰκείῳ ἔλυσε, τὸν δι΄ ἐκείνου θάνατον σήμερον, καὶ κατηύγασε πάντας, ταῖς θεϊκαῖς ἀστραπαῖς τῆς Ἀναστάσεως.
Ὃν ἀπεκύησας Χριστόν, ὡραιοτάτως ἐκ νεκρῶν, λάμψαντα Ἁγνὴ καθορῶσα, ἡ καλὴ καὶ ἄμωμος, ἐν γυναιξὶν ὡραία τε, σήμερον εἰς πάντων σωτηρίαν, σὺν Ἀποστόλοις αὐτὸν χαίρουσα, δόξαζε.
Τοῦ Παραλύτου.
Ὁ Εἱρμός.
Τὸ κατάσκιον ὅρος, ὁ Ἀββακοὺμ προεώρα, τὴν ἄχραντόν σου μήτραν Ἁγνή, διὸ καὶ ἀνεκραύγαζεν, Ἀπὸ θαιμὰν ἥξει ὁ Θεός, καὶ ὁ Ἅγιος ἐξ ὅρους, κατασκίου δασέος.
Τῶν Ἑβραίων ὁ δῆμος, φθόνῳ τηκόμενος, ξύλῳ ἐσταύρωσε σε, Κύριε, καὶ λύσας τὸ κατάκριμα, τὸ τοῦ θανάτου ὡς κραταιὸς ἐξεγήγερσαι, τὸν κόσμον σεαυτῷ συνεγείρας.
Μετὰ μύρων Γυναῖκες, τὶ τὸ ἀκένωτον μύρον, ζητεῖτε; ἐξεγήγερται, ταῖς Μυροφόροις ἔφησεν, ὁ καθεζόμενος ἐν λευκοῖς, τὴν ὑφήλιον πληρώσας, νοητῆς εὐωδίας.
Δούλου φέρων εἰκόνα, ὑπερβολὴ εὐσπλαγχνίας, βαδίζων παραγέγονας, καὶ ὑγιῆ ἀπέδειξας, τὸν ἐπὶ χρόνοις Λόγε πολλοῖς, κατακείμενον, κελεύσας, καὶ τὸν κράββατον ἄραι.
Ἄγγελος μὲν Κυρίου, κατὰ καιρὸν καταβαίνων, τὸ ὕδωρ ἐν τῇ Προβατικὴ ἐτάρασσε, τελῶν ὑγιῆ ἕνα καὶ μόνον, ὁ δὲ Χριστός, πλήθη ἄπειρα, τῷ θείῳ Βαπτισμῷ διασῴζει.
Ἀρχηγὲ τῶν Ἀγγέλων, καὶ Ὁδηγὲ πλανωμένων, Κυρίου Ἀρχιστράτηγε, τῇ ὥρα ταύτῃ, μέσον ἡμῶν παραγενοῦ, καὶ τὰς προσευχὰς πάντων προσάγαγε, τῷ μόνῳ ποιητῇ καὶ Δεσπότῃ.
Δόξα...
Ἐνουμένη τῇ φύσει, διαιρουμένῃ προσώποις, ὑπάρχει ἡ ἁγία Τριάς, Πατὴρ ὁ ὑπερούσιος, ὁ συναΐδιος τε Υἱός, καὶ τὸ ἅγιον καὶ μόνον, παντοδύναμον Πνεῦμα.
Καὶ νῦν... Θεοτοκίον.
Ἡ Ἁγνὴ πῶς θηλάζεις; πῶς δὲ ἐγέννησας βρέφος, τοῦ Ἀδὰμ ἀρχαιότερον, πῶς ἐν ἀγκάλαις φέρεις Υἱόν, τὸν ἐπὶ ὤμων χερουβικών; ὡς ἐπίσταται, ὡς οἶδεν, ὁ τὸ πᾶν οὐσιώσας.
Καταβασία.
Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ΄ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.
Ὠδή ε΄. Ὁ Εἱρμός.
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾍδου σειραῖς, συνεχόμενοι, δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένω ποδί, Πάσχα κροτοῦντες αἰώνιον.
Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν, ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.
Τῆς Θεοτόκου.
Ὁ αὐτός.
Φωτίζεται θείαις ἀκτῖσι, καὶ ζωηφόροις ταῖς τῆς Ἀναστάσεως τοῦ Υἱοῦ σου, Θεομῆτορ ἄχραντε, καὶ χαρμονῆς ἐμπίπλαται, τῶν εὐσεβῶν ἡ Ὁμήγυρις.
Οὐκ ἤνοιξας πύλας Παρθένου, ἐν τῷ σαρκούσθαι μνήματος οὐκ ἔλυσας τὰς σφραγῖδας, Βασιλεῦ τῆς κτίσεως, ὅθεν ἐξαναστάντα σε, θεασαμένη ἠγάλλετο.
Τοῦ Παραλύτου.
Ὁ Εἱρμός.
Φωτὶ τῷ ἀνεσπέρω σου Χριστέ, καταύγα σὸν τὴν ταπεινήν μου ψυχήν, καὶ ὁδήγησον εἰς τὸν φόβον σου, διότι φῶς τὰ προστάγματα σου.
Ὑψώθης ἐπὶ ξύλου τοῦ Σταυροῦ, καὶ κόσμον ἅπαντα συνανύψωσας, καὶ γενόμενος ἐν νεκροῖς ὁ Θεός, νεκροὺς ἐγείρεις τοὺς ἀπ΄ αἰῶνος.
Ἀνέστη καθὼς εἶπεν ὁ Χριστός, κενώσας ἅπαντα ᾍδου τὰ βασίλεια, καὶ ὀπτάνεται Ἀποστόλοις, χαρᾶς μεταδιδοὺς διαιωνιζούσης.
Λευκείμων καθωράθη γυναιξίν, ἀστράπτων Ἄγγελος, φάσκων, Μὴ κλαίετε, ἡ ζωὴ ἡμῶν ἐξεγήγερται, τοὺς ἐν τοῖς τάφοις νεκροὺς ζωώσας.
Παράλυτον ὡς ἤγειρας Χριστέ, τὴν παρειμένην μου ψυχὴν ὑγίωσον, παραβάσεσι, καὶ βαδίζειν με τὰς σὰς ὀρθὰς εὐόδωσον τρίβους.
Ἀγγέλων ἀρχηγέτα Μιχαήλ, τὸν ἀθροιζόμενον ἐν τῷ τεμένει σου λαὸν σήμερον, καὶ κηρύττοντα τὰ τοῦ Θεοῦ, σῷζε μεγαλεῖα.
Δόξα...
Ἰσότιμος τρισάριθμος μονάς, διαιρουμένη μὲν πιστῶς ταῖς ὑποστάσεσιν, ἐνουμένη δὲ φύσει πέφυκε, Πατήρ, Υἱὸς καὶ τὸ θεῖον Πνεῦμα.
Καὶ νῦν... Θεοτοκίον.
Τὴν ἄσπορον λοχείαν σου Ἁγνή, τὴν ἀκατάληπτον ὑμνοῦμεν γέννησιν, μακαρίζοντες ὡς Μ ἠτέρα σε, τοῦ ποι ᾐτοῦ πάντων καὶ Δεσπότου.
Καταβασία.
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
Ὠδὴ ς΄. Ὁ Εἱρμός.
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
Φυλάξας τὰ σήμαντρα σῶα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος, ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.
Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενὴ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.
Τῆς Θεοτόκου.
Ὁ αὐτός.
Ἀνῆκται τὸ πάλαι κρατούμενον, τῷ θανάτῳ καὶ φθορᾷ, διὰ τοῦ σαρκωθέντος, ἐκ σῆς ἀχράντου γαστρὸς πρὸς τὴν ἄφθαρτον, καὶ ἀΐδιον ζωήν, Θεοτόκε Παρθένε.
Κατῆλθεν ἐν τοῖς κατωτάτοις τῆς γῆς ὁ λαγόσι σου Ἁγνή, κατελθὼν καὶ οἰκήσας, καὶ σαρκωθεὶς ὑπὲρ νοῦν καὶ συνήγειρεν, ἑαυτῷ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.
Τοῦ Παραλύτου.
Ὁ Εἱρμός.
Βυθὸς μοι τῶν παθῶν ἐπανέστη, καὶ ζάλη ἐναντίων ἀνέμων, ἀλλὰ προφθάσας με σύ, σῶσον Σωτήρ, καὶ ῥῦσαι φθορᾶς, ὡς ἔσωσας τοῦ θηρὸς τὸν Προφήτην.
Ὑψώθης ἑκουσίως ἐν ξύλῳ, ἐτέθης ὡς νεκρὸς ἐν μνημείῳ, καὶ τοὺς ἐν Ἅδη νεκρούς, πάντας ὁμοῦ ζωώσας Χριστέ, ἀνέστησας θεϊκὴ δυναστεία.
Ὁ Ἅδης συναντήσας σοι κάτω, οἰκτίρμον ἐπικράνθη, δεσμώτας, ἀποδιδοὺς ἐν σπουδή, σοῦ τὴν φρικτὴν ὑμνοῦντας Σωτὴρ Ἀνάστασιν, ἐν φωναῖς ἀσιγήτοις.
Οἱ θεῖοι Μαθηταὶ κατιδόντες ἐκ τάφου, τὴν ζωὴν τῶν ἁπάντων, ἐγηγερμένον Χριστὸν πόθῳ πολλῷ, καὶ γνώμη εὐθεῖ, καὶ θυμηδία ψυχῆς προσεκύνουν.
Ὁ πάλαι ἐπὶ κλίνῃς ὀδύνης, ἐν χρόνοις κατακείμενος πλείστοις, τῇ σῇ προστάξει Χριστέ, ἀρτιωθεὶς δοξάζει, ὑμνῶν τὴν εὐπλαγχνίαν, τὴν σὴν ζωοδότα.
Ἀγγέλων Μιχαὴλ ἀρχηγέτα, τῷ θρόνῳ παρεστὼς τοῦ Δεσπότου, πάρεσο μέσον ἡμῶν, καθοδηγὼν πρὸς τρίβους ζωῆς, τούς σε προστάτην, θερμὸν κεκτημένους.
Δόξα...
Τριάδα τοῖς προσώποις σε σέβω, μονάδα τῇ οὐσία κηρύττω, ἄναρχε Πάτερ, Υἱέ, Πνεῦμα εὐθές, Θεὲ τοῦ παντός, μετὰ τῶν ἄνω φρικτῶν στρατευμάτων.
Καὶ νῦν... Θεοτοκίον.
Ὁ πάντα θείῳ νεύματι φέρων, κρατεῖται Θεοτόκε Παρθένε, ἐν ταῖς ἀγκάλαις ταῖς σαῖς, πάντας ἡμᾶς ἁρπάζων χειρός, δουλείας τοῦ πονηροῦ, ὡς οἰκτίρμων.
Καταβασία.
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
Κοντάκιον. Ἦχος γ΄.
Ἡ Παρθένος σήμερον.
Τὴν ψυχήν μου Κύριε, ἐν ἁμαρτίαις παντοίαις, καὶ ἀτόποις πράξεσι, δεινῶς παραλελυμένην, ἔγειρον τῇ θεϊκῇ σου ἐπιστασία, ὥς περ καὶ τὸν Παράλυτον, ἤγειρας πάλαι, ἵνα κράζω σεσῳσμένος, Οἰκτίρμον δόξα, Χριστέ, τῷ κράτει σου.
Ὁ Οἶκος.
Ὁ χειρὶ σου δρακὶ περικρατὼν τὰ πέρατα, Ἰησοῦ ὁ Θεός, ὁ τῷ Πατρὶ συνάναρχος, καὶ Πνεύματι ἁγίῳ συνδεσπόζων ἁπάντων, σαρκὶ ἐφάνης, νόσους ἰώμενος, καὶ πάθη ἀπήλασας, τυφλοὺς ἐφώτισας, καὶ τὸν Παράλυτον λόγῳ θεϊκῷ σὺ ἐξανέστησας, περιπατεῖν ἀθρόως προστάξας, καὶ τὴν βαστάσασαν αὐτὸν κλίνην ἐπὶ τῶν ὤμων ἄραι, ὅθεν πάντες σὺν τούτῳ ἀνυμνοῦμεν καὶ ἐκβοῶμεν, Οἰκτίρμον δόξα, Χριστὲ τῷ κράτει σου.
Συναξάριον.
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακὴ τετάρτη ἀπὸ τοῦ Πάσχα, τοῦ Παραλύτου μνείαν ποιούμεθα, καὶ ὡς εἰκὸς τὸ τοιοῦτον ἑορτάζομεν θαῦμα.
Στίχοι.
Τὸ ῥῆμα Χριστοῦ σφίγμα τῷ παρειμένῳ.
Οὕτως ἴαμα τοῦτο ῥῆμα καὶ μόνον.
Τῷ ἀπείρῳ ἐλέει σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ΄. Ὁ Εἱρμός.
Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν, χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικόν, σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.
Θανάτου ἑορτάζομεν νέκρωσιν, ᾍδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.
Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὔτη ἡ σωτήριος, νὺξ καὶ φωταυγῆς, τῆς λαμπροφόρου ἡμέρας τῆς ἐγέρσεως, οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς, πᾶσιν ἐπέλαμψεν.
Τῆς Θεοτόκου.
Ὁ αὐτός.
Νεκρώσας ὁ Υἱός σου τὸν θάνατον, Πανάμωμε σήμερον, πᾶσι τοῖς θνητοῖς, τὴν διαμενοῦσαν ζωήν, εἰς αἰῶνας αἰώνων δεδώρηται, ὁ μόνος εὐλογητὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ὁ πάσης βασιλεύων τῆς κτίσεως, γενόμενος ἄνθρωπος, ᾤκησε τὴν σήν, θεοχαρίτωτε νηδύν, καὶ σταυρὸν ὑπομείνας καὶ θάνατον, ἀνέστη θεοπρεπῶς, συνεγείρας ἡμᾶς, ὡς παντοδύναμος.
Τοῦ Παραλύτου.
Ὁ Εἱρμός.
Ὁ τὴν φλόγα δροσίσας τῆς καμίνου, καὶ τοὺς παῖδας ἀφλέκτους διασώσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Ἀπλωθέντα σε ξύλῳ ὡς ἑώρα, φῶς συνέστειλεν τῷ ἥλιος μὴ σθενῶν, κόσμῳ φαίνειν, σοῦ ἑκουσίως δύναντος Παμβασιλεύ, εἰς φαύσιν πάντων ἐθνῶν.
Ἐξανέστης κενώσας τὰ μνημεῖα, καὶ σκυλεύσας τὸν Ἅδην δυναστεία παντοδυνάμῳ, διὸ ὑμνοῦμεν τὴν σεπτὴν σου Χριστὲ καὶ θείαν Ἔγερσιν.
Ὡς νεκρὸν τὶ τὸν ζῶντα ἐκζητεῖτε; ἐξηγέρθη, οὐκ ἐστὶν ἐν τῷ τάφῳ, ταῖς Μυροφόροις ἐβόα πάλαι, ἐξαστράπτων μορφὴ ὁ θεῖος Ἄγγελος.
Κατακείμενον χρόνοις ἐπὶ πλείστοις, τὸν Παράλυτον λόγῳ ὑγιώσας, ἐβόας, Ἆρον τὸν κράββατον σου, καὶ πορεύου ὑμνῶν τὰ μεγαλεῖα τοῦ Θεοῦ.
Μιχαὴλ Ἀρχιστράτηγε Κυρίου, τοὺς πιστῶς ἐν τῷ θείῳ σου τεμένει, ἀθροιζομένους Θεοῦ εἰς αἶνον, Ὁδήγει, σκέπε, ἐκ παντοίων κακῶν τῇ μεσιτεία σου.
Δόξα...
Ὢ Τριάς, τοὺς πίστει σε ὑμνοῦντας, ὡς Θεὸν τῶν ἁπάντων καὶ Δεσπότην ἀπὸ παντοίων κινδύνων σῷζε, καὶ τῶν σῶν ἀγαθῶν μετόχους ποίησον.
Καὶ νῦν... Θεοτοκίον.
Παρθενεύεις τεκοῦσα ὑπὲρ λόγον, τὸν πρὸ πάντων αἰώνων γεννηθέντα, ἐκ τοῦ ἀνάρχου Πατρὸς ἀῤῥεύστως, διὰ τοῦτο Ἁγνὴ σὲ μακαρίζομεν.
Καταβασία.
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ὠδὴ η΄. Ὁ Εἱρμός.
Αὔτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρίς ἐστι πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος, τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς Ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεὸν εἰς τοὺς αἰῶνας.
Ἆρον κύκλῳ τοὺς ὀφθαλμοὺς σου Σιὼν καὶ ἴδε, ἰδοὺ γὰρ ᾔκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν, καὶ βορρᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τὰ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.
Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἐνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε, καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σε εὐλογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Τῆς Θεοτόκου.
Ὁ αὐτός.
Ἦλθε διὰ σοῦ εἰς τὸν κόσμον ὁ κτίστης, Παρθένε Θεοτόκε, καὶ τὴν γαστέρα τοῦ ᾍδου διαῤῥήξας θνητοῖς, τὴν Ἀνάστασιν ἡμῖν ἐδωρήσατο, διὸ εὐλογοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας.
Ὅλον καθελὼν τοῦ θανάτου τὸ κράτος, ὁ Υἱός σου Παρθένε, ἐν τῇ αὐτοῦ Ἀναστάσει, ὡς Θεὸς κραταιός, συνανύψωσεν ἡμᾶς, καὶ ἐθέωσε, διὸ ἀνυμνοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας.
Τοῦ Παραλύτου.
Ὁ Εἱρμός.
Τὸν ὑπ΄ Ἀγγέλων ἀσιγήτως ἐν ὑψίστοις δοξαζόμενον Θεόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, γῆ καὶ ὄρη καὶ βουνοί, βυθὸς καὶ πᾶν γένος ἀνθρώπων, ὕμνοις αὐτὸν ὡς κτίστην καὶ λυτρωτὴν εὐλογεῖτε.
Τὸ καταπέτασμα ἐσχίσθη, σταυρωθέντος σου ὁ Σωτὴρ ἡμῶν, καὶ ἀπεδίδου τοὺς νεκρούς, οὖς κατέπιεν ὁ θάνατος, καὶ Ἄδῃς ἐγυμνοῦτο, σὲ καθορῶν ἐν κατωτάτοις τῆς γῆς γεγονότα.
Ποῦ σου τὸ κέντρον ἐστὶ θάνατε; ποῦ σου Ἅδη νῦν τὸ νῖκος; τῷ ἀναστᾶντι Βασιλεῖ ἐνεκρώθης καὶ ἀπόλωλας, οὐκ ἔτι βασιλεύεις, ὁ κραταιὸς ἀφείλετο γὰρ οὓς εἶχες δεσμίους.
Δράμετε τάχος ἀπαγγείλατε, Ἀποστόλοις τὴν ἀνάστασιν, ταῖς μυροφόροις, ὁ φανεὶς νεανίας ἀπεφθέγγετο, Ἀνέστη ὁ Δεσπότης, καὶ σὺν αὐτῷ, οἱ ἀπ΄ αἰῶνος νεκροὶ παραδόξως.
Ἔτεσι πλείστοις κατακείμενος ὁ Παράλυτος, ἐκραύγαζεν, Ἐλέησόν με λυτρωτὰ ἀπορία συνεχόμενον, ὁ δὲ προστάττει τούτῳ ἄραι σπουδὴ τὸν κράββατον, καὶ ὀρθῶς βηματίζειν.
Ὡς τῶν ἀΰλων προηγούμενος, Ἀρχιστράτηγε Δυνάμεων, σὺν ταύταις αἴτησαι ἡμῖν τῶν πταισμάτων ἀπολύτρωσιν, διόρθωσιν τε βίου, καὶ τῶν ἐκεῖ ἀπόλαυσιν ἀγαθῶν αἰωνίων.
Δόξα...
Ἄκτιστον, ἄτμητον οὐσίαν, τρισυπόστατον θεότητα, Πατέρα ἄναρχον Θεόν, καὶ Υἱὸν καὶ Πνεῦμα ἅγιον, ὑμνήσωμεν συμφώνως, τῶν Σεραφὶμ κραυγάζοντες τὴν φρικτὴν μελῳδίαν.
Καὶ νῦν... Θεοτοκίον.
Τόμον σε πάλαι ἐθεάσατο, Ἡσαΐας Ἀειπάρθενε, ἐν ᾧ δακτύλῳ τοῦ Πατρός, Λόγος ἄχρονος ἐγέγραπτο, ἐκ πάσης ἀλογίας σῴζων ἡμᾶς, τοὺς λόγοις σε ἱεροῖς ἀνυμνοῦντας.
Καταβασία.
Αὔτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρίς ἐστι πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὠδὴ θ΄. Ὁ Εἱρμός.
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Ὢ θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς! μεθ΄ ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω, ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.
Ὢ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὢ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρω, ἡμέρα τῆς βασιλείας σου.
Τῆς Θεοτόκου.
Ὁ αὐτός.
Συμφώνως Παρθένε, σὲ μακαρίζομεν πιστοί, Χαῖρε πύλη Κυρίου, χαῖρε πόλις ἔμψυχε, χαῖρε, δι΄ ἧς ἡμῖν ἔλαμψε, σήμερον φῶς τοῦ ἐκ σοῦ τεχθέντος, τῆς ἐκ νεκρῶν ἀναστάσεως.
Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτός, ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, λάμψας ἡλίου φαιδρότερον, καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.
Τοῦ Παραλύτου.
Ὁ Εἱρμός.
Ἐν Σιναίῳ τῷ ὅρει κατεῖδε σε, ἐν τῇ βάτῳ Μωϋσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς θεότητος, δεξαμένην ἐν γαστρί, Δανιὴλ δὲ σε εἶδεν, ὅρος ἀλατόμητον, ῥάβδον βλαστήσασαν, Ἡσαΐας κέκραγε, τὴν ἐκ ῥίζης Δαυΐδ.
Ἰησοῦ ἐπὶ ξύλου ὑψούμενος, συνανύψωσας ἡμᾶς, καὶ τεθεὶς ἑκουσίως ἐν μνήματι, ἐκ μνημάτων τοὺς νεκρούς, ἐξανέστησας πάντας, ὑμνοῦντας τὸ κράτος σου τὸ ἀκατάληπτον, καὶ τὴν δυναστείαν τὴν σὴν τὴν ἀήττητον.
Ὡραιότατος τάφου ἀνέτειλας, ὡς νυμφίος ἐκ παστοῦ, ὡραιότατε Λόγε, καὶ ἔλυσας τὸ τοῦ ᾍδου ἀμειδές, καὶ δεσμώτας ἐξῆρας, συμφώνως κραυγάζοντας, Δόξα τῇ δόξῃ σου, δόξα Ἰησοῦ ὁ Θεὸς τῇ Ἐγέρσει σου.
Στεναγμοὺς τε καὶ δάκρυα φέρουσαι, μετὰ μύρων ἐν σπουδή, τὸ πανάγιον μνῆμα κατέλαβον αἱ γυναῖκες, καὶ Χριστοῦ ἐδιδάσκοντο πίστει τὴν ἔνδοξον Ἔγερσιν, ἣν ἑορτάζομεν, ἐν ἀγαλλιάσει ψυχῆς εὐφραινόμενοι.
Ἠκολούθει ἡ ῥῶσις τοῦ σώματος, τῇ προστάξει σου Χριστέ, καὶ ὠράτο ὁ πρῴην Παράλυτος, διερχόμενος σπουδή, καὶ τὸν κράββατον φέρων ἐφ΄ ὃν κατεκλίνετο, ἔτεσι πλείοσιν, ἀνυμνολογὼν τὴν πολλὴν δυναστείαν σου.
Φωτισμὸν ἡμῖν αἴτησαι μέγιστε, Ἀρχιστράτηγε, ἀεὶ τῷ μεγάλῳ φωτὶ παριστάμενος, καὶ εἰρήνευσον ἡμῶν, τὴν ζωὴν ἐπηρείαις, πάντοτε τοῦ ὄφεως, καὶ περιστάσεσι, βίου δονουμένην ἀεὶ ἀξιάγαστε.
Δόξα...
Φῶς καὶ φῶτα ζωὴν τε δοξάζω σε, καὶ ζωὰς πανευσεβώς, Πάτερ Λόγε, καὶ Πνεῦμα τὸ ἅγιον, τρισυπόστατε μονάς, ἀδιαίρετον κράτος, θεότης ἀσύγχυτε, Ἅγιος, Ἅγιος, Ἅγιος, βοῶν, σὺν ταῖς ἄνω δυνάμεσι.
Καὶ νῦν... Θεοτοκίον.
Φωτοφόρου προῆλθε νηδύος σου, μέγας Ἥλιος Χριστός, καὶ τὸν κόσμον ἐφώτισεν ἄχραντε, ἐπιλάμψεσι φαιδραῖς, καὶ τὸ σκότος ἐξῇρε, τὸ τῆς παραβάσεως, ὅθεν ὑμνοῦμεν σε, πάντων ὡς αἰτίαν καλῶν Θεονύμφευτε.
Καταβασία.
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σε ἀνέτειλε. Χόρευε νῦν καὶ ἀγάλλου, Σιών, σὺ δέ, ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Τὸ, Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν γ΄.
Ἐξαποστειλάριον τοῦ Πάσχα.
Ἦχος β΄.
Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τρι ἥμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.
Ἕτερον τοῦ Παραλύτου.
Γυναῖκες ἀκουτίσθητε.
Ἐπέστη ὁ φιλάνθρωπος, καὶ πανοικτίρμων Κύριος, Προβατικὴ κολυμβήθρα, τοῦ θεραπεῦσαι τὰς νόσους, εὗρε δὲ κατακείμενον, ἄνθρωπον πλείστοις ἔτεσι, καὶ πρὸς αὐτὸν ἐβόησεν, Ἆρον τὸν κράββατον, ἴθι, πρὸς τὰς ὀδοὺς τὰς εὐθείας.
Εἰς τοὺς Αἴνους.
Ἱστῶμεν Στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα.
Ἦχος γ΄.
Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν, Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχὴ Λόγος, ἐσταυρώθη δι΄ ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα, Αὐτὸν προσκυνήσωμεν.
Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακες σου Κύριε, ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν ἀνάστασιν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς.
Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πεῖραν εἰληφότα. Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα καὶ λέγοντα. Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, οὔκ ἐστιν ὧδε, ἀλλ΄ ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαία.
Ἐν τῷ φωτὶ σου Δεσπότα, ὀψόμεθα φῶς φιλάνθρωπε, ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογή, τὸν μόνον ἀναμάρτητον. Ἐλέησον ἡμᾶς.
Ὕμνον ἑωθινόν, αἱ Μυροφόροι Γυναῖκες, τὰ δάκρυα προσέφερον Κύριε, εὐωδίας γὰρ ἀρώματα κατέχουσαι, τὸ μνῆμα σου κατέλαβον, τὸ ἄχραντόν σου Σῶμα, μυρίσαι σπουδάζουσαι, Ἄγγελος καθήμενος ἐπὶ τὸν λίθον, αὐταῖς εὐηγγελίσατο, Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τὸν θάνατον γὰρ πατήσας, ἀνέστη ὡς Θεός, παρέχων πᾶσι τὸ μέγα ἔλεος.
Ἐξαστράπτων Ἄγγελος, ἐπὶ τὸ μνῆμα σου τὸ ζωοποιόν, ταῖς Μυροφόροις ἔλεγεν, Ἐκένωσε τοὺς τάφους ὁ Λυτρωτής, ἐσκύλευσε τὸν ἅδην, καὶ ἀνέστη τριήμερος, ὡς μόνος Θεὸς καὶ παντοδύναμος.
Εἰς τὸ μνῆμα σε ἐπεζήτησεν, ἐλθοῦσα τῇ μιὰ τῶν Σαββάτων, Μαρία ἡ Μαγδαληνὴ μή, εὑροῦσα δὲ ὠλοφύρετο, κλαυθῶ βοῶσα, οἴμοι Σωτήρ μου, πῶς ἐκλάπης πάντων Βασιλεῦ; Ζεῦγος δὲ ζωηφόρων Ἀγγέλων, ἔνδοθεν τοῦ μνημείου ἐβόα. Τὶ κλαίεις ὢ Γύναι; Κλαίω φησίν, ὅτι ἦραν τὸν Κύριόν μου τοῦ τάφου, καὶ οὒκ οἶδά που ἔθηκαν αὐτόν. Αὐτὴ δὲ στραφεῖσα ὀπίσω, ὡς κατεῖδε σε, εὐθέως ἐβόα, ὁ Κύριός μου, καὶ ὁ Θεός μου, δόξα σοι.
Ἑβραῖοι συνέκλεισαν, ἐν τῷ τάφῳ τὴν ζωήν, Λῃστὴς δὲ ἀνέῳξεν ἐν τῇ γλώσσῃ τὴν τρυφήν, κραυγάζων καὶ λέγων, ὁ μετ΄ ἐμοῦ δι΄ ἐμὲ σταυρωθείς, συνεκρέματο μοι ἐπὶ τοῦ ξύλου, καὶ ἐφαίνετο μοι ἐπὶ τοῦ θρόνου, τῷ Πατρὶ συγκαθήμενος, αὐτὸς γάρ ἐστι Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.
Δόξα... Ἦχος πλ. δ.
Κύριε, τὸν Παράλυτον οὐχ ἡ κολυμβήθρα ἐθεράπευσεν, ἀλλ΄ ὁ σὸς λόγος ἀνεκαίνισε, καὶ οὐδὲ ἡ πολυχρόνιος αὐτῷ ἐνεπόδισε νόσος, ὅτι τῆς φωνῆς σου ὀξυτέρα ἡ ἐνέργεια ἐδείχθη, καὶ τὸ δυσβάστακτον βάρος ἀπέῤῥιψε, καὶ τὸ φορτίον τῆς κλίνης ἐβάστασεν, εἰς μαρτύριον τοῦ πλήθους τῶν οἰκτιρμῶν σου, δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον.
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ Ἅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.
Εἰς τὴν α΄ Ὥραν τὸ Ἑωθινόν.
Ἦχος γ΄.
Τῆς Μαγδαληνῆς Μαρίας, τὴν τοῦ Σωτῆρος εὐαγγελιζομένης, ἐκ νεκρῶν ἀνάστασιν, καὶ ἐμφάνειαν, διαπιστοῦντες οἱ Μαθηταί, ὠνειδίζοντο τὸ τῆς καρδίας σκληρόν, ἀλλὰ τοῖς σημείοις καθοπλισθέντες καὶ θαύμασι, πρὸς τὸ κήρυγμα ἀπεστέλλοντο, καὶ σὺ μὲν Κύριε, πρὸς τὸν ἀρχίφωτον ἀνελήφθης Πατέρα, οἱ δὲ ἐκήρυττον πανταχοῦ τὸν λόγον, τοῖς θαύμασι πιστούμενοι, Διὸ οἱ φωτισθέντες δι΄ αὐτῶν, δοξάζομεν σου τὴν ἐκ νεκρῶν Ἀνάστασιν, φιλάνθρωπε Κύριε.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοὶ τοῦ Ἤχου.
Ἦχος γ΄.
Ἀθετήσαντα Χριστὲ τὴν ἐντολὴν σου, τὸν προπάτορα Ἀδάμ, τοῦ Παραδείσου ἐξώρισας, τὸν δὲ Λῃστὴν Οἰκτίρμον, Ὁμολογήσαντα σε ἐν Σταυρῷ, ἐν αὐτῷ εἰσώκισας κράζοντα, Μνήσθητί μου Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.
Ἀναστὰς ἐκ τῶν νεκρῶν, συνεξανέστησας ἡμᾶς ἐκ τῶν παθῶν, τῇ Ἀναστάσει σου Κύριε, τοῦ δὲ θανάτου πᾶσαν, τὴν δυναστείαν ὤλεσας Χριστέ, διὰ τοῦτο πίστει κραυγάζομεν, Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ βασιλείᾳ σου.
Τῇ τριημέρῳ σου ταφή, τοὺς ἐν τῷ Ἅδῃ νεκρωθέντας ὡς Θεός, ζωοποιήσας συνήγειρας, καὶ ἀφθαρσίαν πᾶσιν, ὡς ἀγαθὸς ἐπήγασας ἡμῖν, τοῖς ἐν πίστει κράζουσι πάντοτε, Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ βασιλείᾳ σου.
Ἁμαρτήσαντας ἡμᾶς, τῇ τοῦ θανάτου κατεδίκασας ἄρα, ὁ Ζωοδότης καὶ Κύριος, ἐν δὲ τῷ σώματι σου, ἀναμαρτήτως Δεσπότα παθῶν, τοὺς θνητοὺς ἐζώωσας κράζοντας, Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ βασιλείᾳ σου.
Καὶ ἐκ τοῦ Κανόνος τοῦ Παραλύτου, Ὠδὴ ς΄. Ἀπόστολος, καὶ Εὐαγγέλιον τῆς ἡμέρας.
Κοινωνικόν.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου