Μπες και Δες

Δεν είναι πάντα στη ζωή μας απαραίτητα τα χρήματα, μπορούμε να προσφέρουμε στον συνάνθρωπό μας και με λίγη καλή θέληση. Χρήματα μπορεί να μην υπάρχουν, όμως πάντα υπήρχαν, υπάρχουν και θα υπάρχουν άνθρωποι που θα χαρίσουν λίγα χαμόγελα… Μάθε για την ομάδα μας … Βοήθησε και εσύ ……

Δευτέρα, 30 Απριλίου 2012

Ακολουθία της Κυριακής της Σαμαρείτιδος (Λόγια από το Πεντηκοστάριον)



ΚΥΡΙΑΚΗ

ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ
ΤΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ
ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Εἰς τὸ, Κύριε ἐκέκραξα... ἱστῶμεν Στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα.
Ἦχος δ΄.
Τὸν ζωοποιόν σου Σταυρόν, ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός, τὴν τριήμερόν σου Ἀνάστασιν δοξάζομεν, δι΄ αὐτῆς γὰρ ἀνεκαίνισας, τὴν καταφθαρείσαν τῶν ἀνθρώπων φύσιν Παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, καθυπέδειξας ἡμῖν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπίτομον ἔλυσας Σωτήρ, τῷ ξύλῳ τοῦ Σταυροῦ ἑκουσίως προσηλωθείς, καὶ εἰς ᾍδου κατελθὼν Δυνατέ, τοῦ θανάτου τὰ δεσμά, ὡς Θεός, διέῤῥηξας, διὸ προσκυνοῦμεν τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες, Παντοδύναμε Κύριε δόξα σοι.
Πύλας ᾍδου συνέτριψας Κύριε, καὶ τῷ σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας, γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας, ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.
Στιχηρὸν Ἀνατολικόν.
Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν τοῦ Σωτῆρος τριήμερον Ἔγερσιν, δι΄ ὡς ἐλυτρώθημεν τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν, καὶ ἀφθαρσίαν καὶ ζωήν, πάντες ἐλάβομεν κράζοντες, ὁ σταυρωθείς, καὶ ταφείς, καὶ ἀναστάς, σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε.
Δόξα... Ἦχος πλ. β΄.
Παρὰ τὸ φρέαρ τοῦ Ἰακώβ, εὐρῶν ὁ Ἰησοῦς τὴν Σαμαρείτιδα, αἰτεῖ ὕδωρ παρ΄ αὐτῆς ὁ νέφεσι καλύπτων τὴν γῆν Ὢ τοῦ θαύματος!ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, πόρνη γυναικὶ διελέγετο, ὕδωρ αἰτῶν, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας, ὕδωρ ζητῶν, ὁ πηγὰς καὶ λίμνας ὑδάτων ἐκχέων, θέλων ἑλκῦσαι ὄντως αὐτήν, τὴν θηρευομένην ὑπὸ τοῦ πολεμήτορος ἐχθροῦ, καὶ ποτίσασθαι ὕδωρ ζωῆς, τὴν φλεγομένην ἐν τοῖς ἀτοπήσασι δεινῶς, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.
Καὶ νῦν... Θεοτοκίον.
Τὸ Δογματικὸν Ἦχος δ΄.
Ἀσπόρως συνέλαβες, καὶ ἐκύησας ἀφράστως, τὸν καθελόντα δυνάστας ἀπὸ θρόνων, καὶ ὑψοῦντα ταπει νοῦς, καὶ ἐγείροντα κέρας χριστὼν αὐτοῦ, δοξάζοντας Χριστοῦ τὸν Σταυρόν, καὶ τὴν Ταφήν, καὶ τὴν ἔνδοξον Ἀνάστασιν. Διὸ σε Θεοτόκε, τὴν πρόξενον τῶν τοσούτων ἀγαθῶν, ἀσιγήτοις ἐν ᾧ δαῖς μακαρίζομεν, ὡς πρεσβεύουσαν ἀεί, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον τὸ Ἀναστάσιμον Στιχηρόν.
Ἦχος δ΄.
Κύριε ἀνελθὼν ἐν τῷ σταυρῷ, τὴν προγονικὴν ἡμῶν κατᾶραν ἐξήλειψας, καὶ κατελθὼν ἐν τῷ ἄδη, τοὺς ἀπ΄ αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσίαν δωρούμενος τῶν ἀνθρώπων τῷ γένει, διὰ τοῦτο ὑμνοῦντες δοξάζομεν, τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.
Ἦχος δ΄.
Ὁ ἐξ ὑψίστου κληθείς.
Στίχ. Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεᾷ καὶ γενεά.
Ὁ ἐξ ἀνάρχου Πατρὸς Υἱὸς ἀχρόνως, διὰ συγκατάβασιν καὶ σωτηρίαν βροτῶν, Θεὸς ὧν ἄνθρωπος γέγονεν, ἵνα παράσχῃ, τῷ Πρωτοπλάστω νῦν τὸν Παράδεισον, ἅμα καὶ τὴν ἅπασαν φύσιν λυτρώσηται, ἐκ τῆς ἀπάτης τοῦ ὄφεως, καὶ τὴν εἰκόνα, πεσοῦσαν σώσῃ ὡς εὐδιάλλακτος, ὅθεν Μητέρα ἀπειργάσατο, νυμφοτόκον ἁγνήν, τὴν ἀμόλυντον, ἣν ὡς ἄγκυραν πάντες, τῶν ψυχῶν ἡμῶν κεκτήμεθα.
Στίχ. Ἄκουσον, θυγάτερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Σωματωθέντα τὸν κτίστην τῶν ἁπάντων, ἔσχες ἐν τῇ μήτρᾳ σου θεομακάριστε, ἀναμορφοῦντα τὸν ἄνθρωπον, τὸν πρὶν πεσόντα, τῇ παραβάσει διὰ τοῦ ὄφεως, Θεὸν γὰρ γεγέννηκας, σαρκὶ ἀφράστως ἡμῖν, καὶ τῆς φθορᾶς ἠλευθέρωσας, τὴν φύσιν πᾶσαν, παλαιωθείσαν διὰ τοῦ τόκου σου, διὸ ὑμνοῦμεν καὶ δοξάζομεν, σοῦ τὴν χάριν Παρθένε ἀνύμφευτε, δυσωποῦντες ῥυσθῆναι, διὰ σοῦ πάσης κολάσεως.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ τῆς γῆς.
Ἵνα σου πᾶσι τὸ πλῆθος τοῦ ἐλέους, καὶ τῆς ἀγαθότητος ἀνακαλύψης ἡμῖν, τὸ ἀδιόριστον πέλαγος, τὰς ἁμαρτίας, τῶν οἰκετῶν σου πάσας ἐξάλειψον, ἔσχες γὰρ πανάμωμε, ὡς Μήτηρ οὖσα Θεοῦ, τὴν ἐξουσίαν τῆς κτίσεως, καὶ διεξάγεις, πάντα ὡς θέλεις τῇ δυναστεία σου, καὶ γὰρ ἡ χάρις, ἡ τοῦ Πνεύματος, τοῦ ἁγίου σαφῶς ἐνοικοῦσα ἐν σοί, συνεργεῖ σοι ἐν πᾶσιν, ἀενάως Παμμακάριστε.
Δόξα... Ἦχος πλ. δ΄.
Ὡς ὤφθης ἐπὶ γῆς, Χριστὲ ὁ Θεός, δι΄ ἄφατον οἰκονομίαν, ἀκούσασα ἡ Σαμαρείτις τοῦ λόγου σου τοῦ Φιλανθρώπου, κατέλιπε τὸ ἄντλημα ἐπὶ τὸ φρέαρ, καὶ ἔδραμε λέγουσα τοῖς ἐν τῇ πόλει, Δεῦτε, ἴδετε καρδιογνώστην, μήτι οὗτος ὑπάρχει ὁ προσδοκώμενος Χριστός, ὁ ἔχων τὸ μέγα ἔλεος.
Καὶ νῦν... ὁ αὐτός, 
Μεσούσης τῆς ἑορτῆς, διδάσκοντος σου Σωέλεγον οἱ Ἰουδαῖοι, Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; ἀγνοοῦντες, ὅτι σὺ εἶ ἡ σοφία ἡ κατασκευάσασα τὸν κόσμον, Δόξα σοι.

Ἀπολυτίκιον. Ἦχος δ΄.
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον, Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἕτερον τῆς Ἑορτῆς.
Ἦχος πλ. δ΄.
Μεσούσης τῆς Ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα, ὅτι πᾶσι Σωτὴρ ἐβόησας, ὁ διψῶν ἐρχέσθω πρὸς με καὶ πινέτω, Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεός, δόξα σοι.
Ἐκτενὴς καὶ Ἀπόλυσις.
ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Μετὰ τὸ, Χριστὸς ἀνέστη... τὸν Προοιμιακόν, κτλ. Εἰς τὸ, Κύριε ἐκέκραξα... ἱστῶμεν Στίχ. Ι΄ καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα δ΄ τῆς Μεσοπεντηκοστῆς γ΄ καὶ τῆς Σαμαρείτιδος Ἰδιόμελα γ΄.
Στιχηρὰ Ἀναστάσιμα.
Ἦχος δ΄.
Τὸν ζωοποιόν σου Σταυρόν, ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός, τὴν τριήμερόν σου Ἀνάστασιν δοξάζομεν, δι΄ αὐτῆς γὰρ ἀνεκαίνισας, τὴν καταφθαρείσαν τῶν ἀνθρώπων φύσιν Παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, καθυπέδειξας ἡμῖν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπίτομον ἔλυσας Σωτήρ, τῷ ξύλῳ τοῦ Σταυροῦ ἑκουσίως προσηλωθείς, καὶ εἰς ᾍδου κατελθὼν Δυνατέ, τοῦ θανάτου τὰ δεσμά, ὡς Θεός, διέῤῥηξας, διὸ προσκυνοῦμεν τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες, Παντοδύναμε Κύριε δόξα σοι.
Πύλας ᾍδου συνέτριψας Κύριε, καὶ τῷ σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας, γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας, ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.
Στιχηρὸν Ἀνατολικόν.
Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν τοῦ Σωτῆρος τριήμερον Ἔγερσιν, δι΄ ὡς ἐλυτρώθημεν τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν, καὶ ἀφθαρσίαν καὶ ζωήν, πάντες ἐλάβομεν κράζοντες, ὁ σταυρωθείς, καὶ ταφείς, καὶ ἀναστάς, σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε.
Τῆς Μεσοπεντηκοστῆς.
Ἦχος ὁ αὐτός.
Κύριε, ἀνελθὼν ἐν τῷ Σταυρῷ.
Πάρεστιν ἡ μεσότης ἡμερῶν, τῶν ἐκ σωτηρίου ἀρχομένων Ἐγέρσεως, Πεντηκοστὴ δὲ τῇ θεία σφραγιζομένων, καὶ λάμπει τὰς λαμπρότητας ἀμφοτέρωθεν ἔχουσα, καὶ ἐνοῦσα τὰς δύο, καί, παρεῖναι τὴν δόξαν προφαίνουσα, τῆς δεσποτικῆς Ἀναλήψεως σεμνύνεται.
Ἤκουσε καὶ εὐφράνθη ἡ Σιὼν εὐαγγελισθείσης τοῦ Χριστοῦ Ἀναστάσεως, οἱ δὲ πιστοὶ αὐτῆς γόνοι ἠγαλλιάσαντο, τοῦτον θεασάμενοι, καὶ ἐκπλύνοντα Πνεύματι, ῥύπον χριστοκτονίας, εὐτρεπίζεται πανηγυρίζουσα, τὴν τῶν ἑκατέρων εὐφρόσυνόν μεσότητα.
Ἤγγικεν ἡ τοῦ θείου δαψιλῆς, χύσις ἐπὶ πάντας, ὥσπερ γέγραπται, Πνεύματος, ἡ προθεσμία κηρύττει, ἠμισευθεῖσα, τῆς μετὰ Χριστοῦ θάνατον, καὶ ταφήν, καὶ Ἀνάστασιν, παρ΄ αὐτοῦ δεδομένης, ἀψευδοῦς Μαθηταῖς ὑποσχέσεως, τὴν τοῦ Παρακλήτου δηλούσης ἐπιφάνειαν.
Καὶ τῆς Σαμαρείτιδος Ἰδιόμελα.
Ἦχος α΄.
Ἐπὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν θαυμάτων, ἐν τῇ ἕκτη ὥρα, τῆς Εὕας ζωγρῆσαι καρπόν, ἡ γὰρ Εὔα ἐν ταύτῃ ἐξελήλυθεν ἐκ τοῦ Παραδείσου, ἀπάτη τοῦ ὄφεως, Ἤγγικεν οὖν ἡ Σαμαρείτις ἀντλῆσαι ὕδωρ, ἣν ἱδὼν ἔφη ὁ Σωτήρ, Δός μοι ὕδωρ πιεῖν, κἀγὼ ὕδατος ἁλλομένου ἐμπλήσω σε, καὶ εἰς τὴν πόλιν δραμοῦσα ἡ σώφρων, τοῖς ὄχλοις ἀνήγγειλεν εὐθύς, Δεῦτε, ἴδετε Χριστὸν τὸν Κύριον, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Ἐπὶ τὸ φρέαρ ὡς ἦλθεν ὁ Κύριος, ἡ Σαμαρείτις ἠρώτα τὸν εὔσπλαγχνον, Παράσχου μοι τὸ ὕδωρ τῆς πίστεως, καὶ λήψομαι τῆς κολυμβήθρας τὰ νάματα, ἀγαλλίασιν καὶ λύτρωσιν, Ζωοδότα, Κύριε δόξα σοι.
Ἦχος ὁ αὐτός.
Ὁ συνάναρχος καὶ συναΐδιος Υἱός, καὶ Λόγος τοῦ Πατρός, ἐπὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν ἰαμάτων, καὶ γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ παραγέγονεν, ἣν ἱδὼν ἔφη ὁ Σωτήρ, Δός μοι ὕδωρ πιεῖν, καὶ ἀπελθοῦσα φώνησόν σου τὸν ἄνδρα, Ἡ δέ, ὡς ἀνθρώπῳ διαλεγομένη, καὶ οὐ Θεῷ, λαθεῖν σπουδάζουσα ἔλεγεν, οὐκ ἔχω ἄνδρα, καὶ ὁ Διδάσκαλος πρὸς αὐτήν, Ἀληθῶς εἶπας, οὐκ ἔχω ἄνδρα, πέντε γὰρ ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἐστὶ σου ἀνήρ, Ἡ δέ, ἐπὶ τῷ ῥήματι ἐκπλαγεῖσα, καὶ εἰς τὴν πόλιν δραμοῦσα, τοῖς ὄχλοις ἐπεβόα, λέγουσα, Δεῦτε ἴδετε Χριστόν, ὃς δωρεῖται τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα... Ἦχος πλ. β΄.
Παρὰ τὸ φρέαρ τοῦ Ἰακώβ, εὐρῶν ὁ Ἰησοῦς τὴν Σαμαρείτιδα, αἰτεῖ ὕδωρ παρ΄ αὐτῆς ὁ νέφεσι καλύπτων τὴν γῆν Ὢ τοῦ θαύματος! ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, πόρνη γυναικὶ διελέγετο, ὕδωρ αἰτῶν, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας, ὕδωρ ζητῶν, ὁ πηγὰς καὶ λίμνας ὑδάτων ἐκχέων, θέλων ἑλκῦσαι ὄντως αὐτήν, τὴν θηρευομένην ὑπὸ τοῦ πολεμήτορος ἐχθροῦ, καὶ ποτίσασθαι ὕδωρ ζωῆς, τὴν φλεγομένην ἐν τοῖς ἀτοπήσασι δεινῶς, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.
Καὶ νῦν... Ἦχος δ΄.
Ὁ διά σε θεοπάτωρ Προφήτης Δαυΐδ, μελωδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεία σοι ποῖ ἤσαντι, Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάση εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὐρῶν, πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.
Εἰς τὴν Λιτήν.
Τὸ Στιχηρὸν τοῦ Ἁγίου τῆς Μονῆς, ὡς ἔθος.
Δόξα... Καὶ νῦν... Ἦχος γ΄.
Ἀγαλλιάσθω σήμερον φαιδρῶς, ὁ οὐρανὸς καὶ ἡ γῆ, ὅτι Χριστὸς πεφανέρωται, σαρκούμενος ὡς ἄνθρωπος, ἵνα τὸν Ἀδὰμ ἐξάρῃ τῆς κατάρας παγγενή, καὶ θαυμαστοῦται θαύμασιν, ἐν Σαμαρεία προσαφικόμενος, γυναικὶ δὲ παρέστη, ὕδωρ ζητῶν, ὁ νεφέλαις ὕδασι περιβαλλόμενος, Διὸ πάντες οἱ πιστοὶ προσκυνήσωμεν, τὸν δι΄ ἡμᾶς ἑκουσίως πτωχεύσαντα, εὐσπλάγχνῳ βουλῇ.
Εἰς τὸν Στίχον Στιχηρὸν Ἀναστάσιμον τῆς Ὀκτωήχου.
Ἦχος δ΄.
Κύριε, ἀνελθὼν ἐν τῷ Σταυρῷ, τὴν προγονικὴν ἡμῶν κατᾶραν ἐξήλειψας, καὶ κατελθὼν ἐν τῷ Ἅδῃ, τοὺς ἀπ΄ αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσίαν δωρούμενος τῶν ἀνθρώπων τῷ γένει, διὰ τοῦτο ὑμνοῦντες δοξάζομεν, τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.
Ἦχος πλ. α΄.
Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.
Στιχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε, Δέχου παρ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε, Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, τὶ θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.
Στίχ. Αὔτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὢ Πάσχα λύτρον λύπης, καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων, Κηρύξατε Ἀποστόλοις.
Δόξα... Ἦχος πλ. δ΄.
Ὡς ὤφθης ἐπὶ γῆς, Χριστὲ Ὁ Θεός, δι΄ ἄφατον οἰκονομίαν, ἀκούσασα ἡ Σαμαρείτις τοῦ λόγου σου τοῦ Φιλανθρώπου, κατέλιπε τὸ ἄντλημα ἐπὶ τὸ φρέαρ, καὶ ἔδραμε λέγουσα τοῖς ἐν τῇ πόλει, Δεῦτε, ἴδετε καρδιογνώστην, μήτι οὗτος ὑπάρχει ὁ προσδοκώμενος Χριστός, ὁ ἔχων τὸ μέγα ἔλεος.
Καὶ νῦν... ὁ αὐτός, 
Μεσούσης τῆς ἑορτῆς, διδάσκοντος σου Σωέλεγον οἱ Ἰουδαῖοι, Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; ἀγνοοῦντες, ὅτι σὺ εἶ ἡ σοφία ἡ κατασκευάσασα τὸν κόσμον, Δόξα σοι.

Ἀπολυτίκιον. Ἦχος δ΄.
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον, Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Ἕτερον τῆς Ἑορτῆς.
Ἦχος πλ. δ΄.
Μεσούσης τῆς Ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα, ὅτι πᾶσι Σωτὴρ ἐβόησας, ὁ διψῶν ἐρχέσθω πρὸς με καὶ πινέτω, Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεός, δόξα σοι.
Τὰ αὐτά, καὶ εἰς τὸ, Θεὸς Κύριος.
ΕΝ ΤΩ ΜΕΣΟΝΥΚΤΙΚΩ.
Ψάλλεται Κανὼν Τριαδικός.
Οὗ ἡ ἀκροστιχίς.
Τέταρτος Ὕμνος τῷ Θεῷ, Μητροφάνους.
Ὠδὴ α΄ Ἦχος δ΄.
Θαλάσσης τὸ ἐρυθραῖον.
Τριάδα θεαρχικὴν δοξάσωμεν, ταῖς ὑποστάσεσι, μοναδικὴν δὲ φύσιν, τῶν τριῶν συναΐδιον, σύνθρονον, ἣν δυσωποῦντες λέγομεν, Σῶσον τοὺς πίστει σε δοξάζοντας.
Ἐχρίσθη ὑπὸ Πατρὸς τῷ Πνεύματι, ἀγαλλιάσεως θεουργικῷ ἐλαίῳ, ὁ Υἱός, καὶ βροτὸς ἐχρημάτισε, καὶ τῆς μιᾶς θεότητος, τὸ τρισυπόστατον ἐδίδαξε.
Τὸ κάλλος τῆς ἀπροσίτου δόξης σου, μονὰς ὁ τρισήλιε, τὰ Σεραφὶμ μὴ φέροντα ὁρᾶν, συγκαλύπτονται πτέρυξι, καὶ τρισαγίοις ἄσμασιν, ἀκαταπαύστως σε δοξάζουσι.
Θεοτοκίον.
Ἀφράστως τὸν ποιητὴν γεγέννηκας, τῶν ὅλων πάναγνε, τῆς Παλαιᾶς λυτρούμενον ἀράς, τοὺς βροτοὺς καὶ θανάτου φθορᾶς, καὶ διὰ σοῦ ἐπέγνωμεν, ἕνα Θεὸν τὸν τρισυπόστατον.
Ὠδὴ γ΄.
Οὐκ ἐν σοφία.
Ῥήμην ἐξ ὕψους, τοῖς ἁγίοις τὸ πρὶν Ἀποστόλοις σου, ὡς ἀπέστειλας Χριστέ, παρὰ Πατρὸς τὸν Παράκλητον τὴν μίαν ἐνέφηνας φύσιν τρισήλιον.
Τῷ πατριάρχῃ Ἀβραάμ, ὅτι ὤφθης ἐν σχήματι ἀνδρικῷ, τριττὴ μονάς, τὸ ἀπαράλλακτον ἔδειξας, τῆς σῆς ἀγαθότητος, καὶ κυριότητος.
Ὁ χαρακτῆρσιν, ἐν τρισὶν εἶς Θεὸς πιστευόμενος, ἀπερίγραπτος σαφῶς, ἀπερινόητος ἅπασι, ῥῦσαι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης θλίψεως.
Θεοτοκίον.
Στοιχειωθέντες τοῦ Υἱοῦ σου σοφαῖς εἰσηενικὴν καὶ τριλαμπή, τὴν θεαρχίαν δοξάζομεν, καὶ σὲ μακαρίζομεν τὴν Ἀειπάρθενον.
Καθίσματα Ἦχος δ΄.
Ταχὺ προκατάλαβε.
Τρισήλιε ἄκτιστε καὶ Ὁμοούσιε, μονὰς τρισυπόστατε, καὶ ἀκατάληπτε, τοὺς δούλους σου οἴκτειρον, σῶσον ἐκ τῶν κινδύνων, ὡς Θεὸς ἐλεήμων, σὲ γὰρ Κύριε μόνον, λυτρωτὴν καὶ Δεσπότην, κεκτήμεθα βοῶντες, Γενοῦ ἡμῖν ἵλεως.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Πολλαῖς περιστάσεσι, καὶ συμφοραῖς τῶν Παρθένε κυκλούμενοι, καὶ πρὸς ἀπόγνωσιν, ἀεὶ περιπίπτοντες, μόνην σε σωτηρίαν, καὶ ἐλπίδα, καὶ τεῖχος, ἔχομεν Θεοτόκε, καὶ πρὸς σὲ κατὰ χρέος, ἐν πίστει καὶ νῦν προστρέχομεν, Σῶσον τοὺς δούλους σου.
Ὠδὴ δ΄.
Ὁ καθήμενος ἐν δόξῃ.
Ὑπερούσιον Τριάδα, ἐν μονάδι θεότητος, καὶ κυριαρχίαν, σὺν τοῖς Σεραφὶμ σε δοξάζομεν, ὡς ἀδιαίρετον φύσει, ὡς ἀσύγχυτον, ὡς ἰσόῤῥοπον, δόξης Θεὲ ἀκατάληπτε.
Μεριστὴν οὖσαν ἀφράστως, τοῖς προσώποις θεότητα, καὶ ταυτιζομένην, ἅμα τῇ μιὰ κυριότητι, ἀπεριόριστον μόνην, ἀπερίγραπτον, ἀνυμνοῦμεν σε, τὸν Ποιητὴν πάσης κτίσεως.
Νοῦς ὁ ἄναρχος τὸν Λόγον, ἀποῤῥήτως γεγέννηκε, καὶ τὸ θεῖον Πνεῦμα, τὸ ἰσοσθενὲς ἐκπεπόρευκε, καὶ διὰ τοῦτο Τριάδι Ὁμοούσιον, τὸν Δεσπότην τῶν ὅλων Θεὸν καταγγέλλομεν.
Θεοτοκίον.
Ὀπτανόμενος τοῖς πάλαι, τυπικῶς προκατήγγειλε, τὴν ἐκ σοῦ Παρθένε, σάρκωσιν ὁ Λόγος, ἀλλ΄ ὕστερον, ἐπιφανεῖς τοῖς ἀνθρώποις κατ΄ ἀλήθειαν, τρισυπόστατον μίαν ἀρχὴν ἐφανέρωσεν.
Ὠδὴ ε΄.
Ἐξέστη τὰ σύμπαντα.
Συνέντες ἐκ πίστεως, τῆς Παντουργοῦ θεότητος, μίαν μὲν ἀπρόσιτον οὐσίαν τρεῖς δ΄ ὑποστάσεις ζωαρχικὰς συμφυεῖς, ὑμνοῦμεν Πατέρα, καὶ Υἱόν, καὶ Πνεῦμα τὸ ἅγιον, συναΐδιον ὕπαρξιν.
Τὸ σέλας τρισήλιε, τῆς οὐσιώδους αἴγλης σου λάμψον ἑνιαία μοι θεότης, ἄκτιστε φύσις, καὶ φωτουργαία πηγὴ πάσης φωτοδότιδος αὐγῆς, ἵνα κατοπτρίζωμαι τὸ σὸν κάλλος τὸ ἄῤῥητον.
Ὡς μόνον ὑπάρχοντα, δημιουργὸν τοῦ σύμπαντος, καὶ συνεκτικὸν καὶ κυβερνήτην, πάνσοφον ὄντως, καὶ τῆς ζωῆς χορηγόν, γνόντες σε, βοῶμεν σοι πιστῶς, Δεσπότα τρισήλιε, τοὺς ὑμνοῦντας σε φρούρησον.
Θεοτοκίον.
Θεῶσαι βουλόμενος, τὸν πρὶν φθαρέντα ἄνθρωπον, ὁ δι΄ ἀγαθότητα Παρθένε, πλάσας καὶ δείξας, εἰκόνα θείας μορφῆς, ἄνθρωπος ἐγένετο ἐκ σοῦ καὶ μίαν τρισάριθμον θεαρχίαν κατήγγειλεν.
Ὠδὴ ς΄.
Ἐβόησε, προτυπών.
Ἐνέφηνεν, ὁ Πατὴρ ἐκλαλὼν τὴν υἱότητα, καὶ τὸ Πνεῦμα, τῷ Χριστῷ βαπτισθέντι ὁρώμενον, διὰ τοῦτο μίαν καὶ τριττὴν θεαρχίαν δοξάζομεν.
Ὡς εἶδε σε, τρισαγίαις φωναῖς ἀνυμνούμενον, Ἡσαΐας, ὑψηλοῦ ἐπὶ θρόνου καθήμενον, τὴν τριττὴν ἐπέγνω, τῆς μιᾶς θεαρχίας ὑπόστασιν.
Μετάρσιον, ὑψηλὲ Βασιλεῦ τρισυπόστατε, τὴν καρδίαν, καὶ ἡμῶν τῶν σῶν δούλων ἀνάδειξον, ἵνα τῆς σῆς δόξης, θεωρῶμεν λαμπρῶς τὴν φαιδρότητα.
Θεοτοκίον.
Ἠξίωσε μορφωθῆναι σαφῶς τὸ ἡμέτερον, ἐκ Παρθένου, ὁ Υἱὸς τοῦ Θεοῦ ὡς φιλάνθρωπος, καὶ τῆς θείας δόξης, κοινωνοὺς τοὺς ἀνθρώπους ἐποίησε.
Καθίσματα Ἦχος δ΄.
Ταχὺ προκατάλαβε.
Πατέρα ἀγέννητον, τὸν δὲ Υἱὸν γεννητόν, καὶ Πνεῦμα τὸ ἅγιον, ἐκπορευτὸν ἐκ Πατρός, φρονοῦντες κηρύττομεν, ἄναρχον Βασιλείαν, καὶ θεότητα μίαν, ἤν περ δοξολογοῦντες, ὁμοφρόνως βοῶμεν, Τριὰς ὁμοούσιε, σῶσον, ἡμᾶς ὁ Θεός.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Τὸν χρόνων ἐπέκεινα, καὶ πρὸ αἰώνων Θεόν, ὃν ἐν χρόνῳ ἐκύησας, ὑπερφυῶς ἐν σαρκί, θεάνθρωπον ἄχραντε, ὅθεν σε Θεοτόκον ἀληθῶς καὶ κυρίως, πάντες ὁμολογοῦντες, ἐκτενῶς σοι βοῶμεν, Τῆς δόξης τῆς αἰωνίου πάντας ἀξίωσον.
Ὠδὴ ζ΄.
Ἐν τῇ καμίνῳ.
Τὰς τεταγμένας, ἐπουρανίους φύσεις, καὶ νοερὰς τάξεις, ὀρθοδόξως πάντες οἱ γηγενεῖς, ἐκμιμούμενοι δοξάζομεν, μίαν θεότητα, ἐν τρισὶν ἰσουργοῖς ὑποστάσεσιν. (Δίς).
Ῥήσεις Ἁγίων, ὑποφητὼν σε πάλαι συμβολικῶς ἕνα τῶν αἰώνων πάντων Δημιουργόν, προεδήλωσαν ἀνέκφραστον, Θεὸν καὶ Κύριον θεαρχικαῖς ἐν τρισὶν ὑποστάσεσιν.
Θεοτοκίον.
Ὁ κατ΄ οὐσίαν, ἀθεώρητος Λόγος καὶ παντουργός, ὤφθη τοῖς ἀνθρώποις, ἄνθρωπος ἐξ ἁγνῆς, Θεομήτορος, τὸν ἄνθρωπον ἀνακαλούμενος, πρὸς μετουσίαν τῆς σῆς θεότητος.
Ὠδὴ η΄.
Χεῖρας ἐκπετάσας.
Φῶς μοναδικὸν καὶ τριλαμπές, οὐσία ἄναρχε, κάλλος ἀμήχανον, ἐν τῇ καρδίᾳ μου οἴκησον, καὶ ναὸν τῆς σῆς θεότητος, φωτοειδὴ καὶ καθαρόν, δεῖξόν με κράζοντα, Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. (Δίς).
Ἀπὸ τῶν ποικίλων με παθῶν, Τριὰς ἀμέριστε, μονὰς ἀσύγχυτε, καὶ τῆς ζοφώσεως λύτρωσαι τῶν πταισμάτων καὶ καταύγασον, μαρμαρυγαῖς σου θεουργαίς, ἵνα φαντάζωμαι τὸ σὸν κάλλος, καὶ ἀνυμνῶ σε τῆς δόξης τὸν Κύριον.
Θεοτοκίον.
Νοῦς μὲν ὁ ἀγέννητος Πατήρ, καὶ Λόγος σύμμορφος, καὶ Πνεῦμα σύνθρονον, οὐσία δύναμις ὕπαρξις, ὑπερούσιε ἀνέκφραστε, μεγαλουργὲ Τριὰς μονάς, φρούρει τὴν ποίμνην σου, ταῖς πρεσβείαις τῆς Θεοτόκου, ὡς φύσει φιλάνθρωπος.
Ὠδὴ θ΄.
Ἅπας γηγενῆς.
Ὅλην νῦν πρὸς σέ, κινῶ τὴν καρδίαν μου καὶ τὴν διάνοιαν, καὶ τὰς διαθέσεις δέ, ψυχῆς ἁπάσας, καὶ τὰς τοῦ σώματος, τὸν πλαστουργὸν καὶ ῥύστην μου μονάρχα τρίφωτε, καὶ βοῶ σοι, Σῶσον με τὸν δοῦλον σου, πειρασμῶν ἐκ παντοίων καὶ θλίψεων. (Δίς).
Ῥψωσον ἡμῶν, καὶ νοῦν καὶ διάνοιαν, πρὸς σὲ τὸν Ὕψιστον, φώτισον σαῖς λάμψεσιν, ἀχράντοις Πάτερ, Λόγε, Παράκλητε, ὁ φῶς οἰκῶν ἀπρόσιτον, τῆς δόξης ἥλιε, φωτοκράτορ, πάντοτε δοξάζειν σε, τὸν μονάρχην Θεὸν καὶ τρισήλιον.
Θεοτοκίον.
Σῶσον τοὺς εἰς σὲ πιστεύοντας Κύριε, καὶ καταγγέλλοντας, ἄναρχον, ἀΐδιον, οὐσίαν μίαν, τρία δὲ πρόσωπα θεαρχικὰ καὶ σύμμορφα, σῆς κυριότητος, καὶ τῆς θείας, δόξης σου ἀξίωσον, ταῖς λιταῖς τῆς ἁγνῆς Θεομήτορος.
Τὸ, Ἄξιόν ἐστιν, καὶ τὰ λοιπά, καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν.
Καθίσματα τῆς Ὀκτωήχου.
Ἦχος δ΄.
Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι, Ἄρα ἐκλάπη, ὁ τῷ Λῃστῇ ἀνοίξας Παράδεισον, ἄρα ἠγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν Ἔγερσιν, ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός, τοῖς ἐν ᾄδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν.
Δόξα... Ταχὺ προκατάλαβε.
Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ τάφου Σωτήρ, συνήγειρας τὸν κόσμον σου, τῇ δυναστεία τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ κράτος, ἔδειξας Ἐλεῆμον, τὴν ἀνάστασιν πᾶσι, διὸ σε καὶ δοξάζομεν, μόνε φιλάνθρωπε.
Καὶ νῦν... Θεοτοκίον.
Τὸ ἀπ΄ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ὁ ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι΄ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Μετὰ τὴν β΄ Στιχολογίαν.
Καθίσματα Ἦχος δ΄.
Κατεπλάγη Ἰωσήφ.
Ἐκ τῶν ἄνω κατελθών, τῶν ὑψωμάτων Γαβριήλ, καὶ τῇ πέτρα προσελθών, ἔνθα ἡ πέτρα τῆς ζωῆς, λευχειμονὼν ἀνεκραύγαζε ταῖς κλαιοῦσαις, Παύσασθε ὑμεῖς, τῆς θρηνώδους κραυγῆς, ἔχουσαι ἀεί, τὸ εὐσυμπάθητον, ὃν γὰρ ζητεῖτε κλαίουσαι, θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται, διὸ βοάτε, τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος.
Δόξα... Κατεπλάγη Ἰωσήφ.
Ἑκουσία σου βουλή, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι καινῷ, ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον, ὅθεν δεσμευθεὶς ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν Ἅδῃ ἅπαντες ἐκραύγαζον, τῇ ζωηφόρω Ἐγέρσει σου, Χριστὸς ἀνέστη, ὁ ζωοδότης, μένων εἰς τοὺς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον.
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς ἱερεῦσιν ἐκραύγαζε, Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.
Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια.
Ἡ Ὑπακοή. Ἦχος δ΄.
Τὰ τῆς σῆς παραδόξου Ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι, τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοί. Ἀντίφωνον Α΄.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ΄ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Ἀντίφωνον Β΄.
Ἐκέκραξα σοι Κύριε, θερμῶς ἐκ βάθους ψυχῆς μου, κἀμοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ θεῖα σου ὦτα.
Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος, ὑψηλότερός ἐστι, πάντων τῶν λυπούντων.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Ἀντίφωνον Γ΄.
Ἡ καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει με, τῶν τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν.
Ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἔχει τὶς στοργήν, ἐπὶ τῷ Κυρίῳ θερμότερον φίλτρον χρεωστοῦμεν.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, θεογνωσίας πλοῦτος, θεωρίας καὶ σοφίας, πάντα γὰρ ἐν τούτῳ τὰ πατρῷα δόγματα, ὁ Λόγος ἐκκαλύπτει.
Προκείμενον.
Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματος σου.
Στίχ. ὁ Θεός, ἐν τοῖς ὦσιν ἡμῶν ἠκούσαμεν.
Τὸ Πᾶσα πνοή. Εὐαγγέλιον Ἑωθινὸν Ζ΄. Ἀνάστασιν Χριστοῦ θεασάμενοι. Ὁ Ν΄ καὶ τὰ λοιπά.
Οἱ Κανόνες τοῦ Πάσχα μετὰ τοῦ τῆς Θεοτόκου εἰς ς΄ τῆς Μεσοπεντηκοστῆς εἰς δ΄, καὶ τῆς Σαμαρείτιδος εἰς δ΄.
Κανὼν τοῦ Πάσχα Ἦχος α΄.
Ὠδὴ α΄. Ὁ Εἱρμός.
Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα τῷ ἀπροσίτῳ φωτὶ τῆς Ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ἄδοντες.
Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἐορταζέτω δὲ κόσμος, ὁρατὸς τε ἅπας καὶ ἀόρατος, Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.
Κανὼν τῆς Θεοτόκου.
Ἦχος α΄.
Οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς πρώτοις Τροπαρίοις. Θεοφάνους.
Ὠδὴ α΄. Εἱρμὸς ὁ αὐτός.
Θανατώσεως τὸν ὀρὸν ἀνεμόχλευσας, τὴν αἰωνίαν ζωήν, κυοφορήσασα Χριστόν, τὸν ἐκ τάφου ἀναλάμψαντα σήμερον, Παρθένε πανάμωμε, καὶ τὸν κόσμον φωτίσαντα.
Ἀναστάντα κατιδοῦσα σὸν Υἱὸν καὶ Θεόν, χαίροις σὺν Ἀποστόλοις, θεοχαρίτωτε ἁγνή, καὶ τὸ Χαῖρε πρωτουργώς, ὡς πάντων χαρᾶς, αἰτία εἰσδέδεξαι, Θεομῆτορ πανάμωμε.
Κανὼν τῆς Μεσοπεντηκοστῆς.
Ὠδὴ α΄. Ἦχος πλ. δ΄.
Θάλασσαν ἔπηξας.
Ἔθνη κροτήσατε, Ἑβραῖοι θρηνήσατε, ὁ ζωοδότης γὰρ Χριστός, τὰ δεσμὰ διέῤῥηξε τοῦ ᾍδου, καὶ νεκροὺς ἀνέστησε, καὶ νόσους ἐθεράπευσε τῷ λόγῳ, οὗτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ δοὺς ζωὴν τοῖς πιστεύουσιν, ἐν τῷ ὀνόματι αὐτοῦ.
Θαῦμα παρέδειξας, τὸ ὕδωρ εἰς οἶνόν μετελθών, ὁ ἐν Αἰγύπτῳ ποταμούς, μεταστρέψας Δεσπότα εἰς αἷμα, καὶ νεκροὺς ἀνέστησας, σημεῖον τοῦτο δεύτερον τελέσας, Δόξα Σωτὴρ τῇ ἀφάτῳ σου βουλῇ, δόξᾳ τῇ κενώσει σου, δι΄ ἧς ἐκαίνισας ἡμᾶς.
Ῥεῖθρον ἀέναον, ὑπάρχων Κύριε, ζωῆς ἀληθινῆς, σὺ εἶ ἡ ἀνάστασις ἡμῶν, θέλων ἐκοπίασας, Σωτήρ μου, καὶ ἑκὼν ἐδίψησας, τοῖς νόμοις τῆς φύσεως ὑπείκων, καὶ εἰς Σιχὰρ ἀφικόμενος σαρκί, τὸ ὕδωρ ἐζήτησας, τῇ Σαμαρείτιδι πιεῖν.
Θεοτοκίον.
Μόνη ἐχώρησας, τὸν κτίστην τὸν ἴδιον, Θεογεννῆτορ ἐν γαστρί, καὶ σαρκὶ ἐκύησας, ἀφράστως, καὶ Παρθένος ἔμεινας, μηδὲν τῆς παρθενίας λυμανθείσης, τοῦτον ἁγνή, ὡς Υἱόν σου καὶ Θεόν, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῆς ποίμνης σου ἀεί.
Κανὼν τῆς Σαμαρείτιδος.
Ἔχων ἀκροστιχίδα ἐν τῇ θ΄ Ὠδή.
Ἰωσήφ.
Ποίημα Ἰωσὴφ τοῦ Θεσσαλονίκης.
Ὠδὴ α΄. Ἦχος δ΄. Ὁ Εἱρμός.
Ὁ πατάξας Αἴγυπτον, καὶ Φαραὼ τὸν τύραννον, βυθίσας ἐν θαλάσσῃ, λαὸν διέσω σὰς δουλείας, Μωσαϊκὼς ἄδοντα ᾠδὴν ἐπινίκιον, Ὅτι δεδόξασται.
Ὁ ταφεὶς ἐγήγερται, ἐν αὐτῷ συνήγειρε τὸ γένος τῶν ἀνθρώπων, ἀγαλλιάσθω πᾶσα κτίσις, καὶ νοηταὶ σήμερον, ῥανάτωσαν νεφέλαι, δικαιοσύνην σαφῶς.
Ὁ σταυρὸν ἑκούσιον, σαρκὶ καταδεξάμενος, τριήμερος ἀνέστης ἐκ τῶν νεκρῶν, ᾍδου ταμεῖα, ζωαρχικὲ Κύριε, κενώσας καὶ ἐξάξας, πεπεδημένας ψυχάς.
Τῇ μορφὴ ἀστράπτοντα, αἱ Μυροφόροι βλέψασαι, τὸν Ἄγγελον ἐν φόβῳ, ἐκ τοῦ μνημείου ὑπεχώρουν, τὴν δὲ Χριστοῦ Ἔγερσιν μαθοῦσαι σπεύδουσι τοῖς Μαθηταῖς.
Ὁ στεγάζων ἐν ὕδασι, τὰ ὑπερῴα Κύριε, ὕδωρ ζωῆς ὑπάρχων, τῇ Σαμαρείτιδι αἰτούσῃ, τὰ σὰ σεπτὰ νάματα παρέσχες, ἐπιγνούσῃ τὴν εὐσπλαγχνίαν σου.
Δόξα...
Τριάς, τοὺς πίστει σε, εἰλικρινεῖ δοξάζοντας, Πάτερ, Υἱέ, καὶ Πνεῦμα, ὡς ποιητὴς τῶν ὅλων σῷζε, καὶ ἱλασμὸν δώρησαι, ἡμῖν ἁμαρτημάτων ὡς ὑπεράγαθος.
Καὶ νῦν... Θεοτοκίον.
Χαῖρε θρόνε πύρινε, χαῖρε λυχνία πάγχρυσε, χαῖρε φωτὸς νεφέλη, χαῖρε παλάτιον τοῦ Λόγου, καὶ νοητὴ τράπεζα, ἄρτον ζωῆς ἀξίως, Χριστὸν βαστάσασα.
Καταβασία.
Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
Ὠδὴ γ΄. Ὁ Εἱρμός.
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ΄ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
Νῦν πάντα πεπλήρωται φωτός, οὐρανὸς τε καὶ γῆ καὶ τὰ καταχθόνια, ἐορταζέτω γοῦν πᾶσα κτίσις τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.
Χθὲς συνεθαπτόμην σοι Χριστέ, συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθές, αὐτὸς με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.
Τῆς Θεοτόκου.
Ὁ αὐτός.
Ἐπὶ τὴν ἀκήρατον ζωήν, ἐπανέρχομαι σήμερον ἀγαθότητι, τοῦ γεννηθέντος ἐκ σοῦ, καὶ πᾶσι τοῖς πέρασιν Ἁγνή, τὸ φέγγος ἀστράψαντος.
Θεὸν ὃν ἐκύησας σαρκί, ἐκ νεκρῶν καθὼς εἶπεν ἐξεγειρόμενον, θεασαμένη Ἁγνή, χόρευε, καὶ τοῦτον, ὡς Θεόν, ἄχραντε μεγαλῦνε.
Τῆς Μεσοπεντηκοστῆς.
Ἐστερεώθη ἡ καρδία μου.
Μὴ τὴν κατ΄ ὄψιν κρίσιν κρίνετε Ἰουδαῖοι, διδάσκων ἔλεγεν ὁ Δεσπότης, ὡς ἐπέστη τῷ Ἱερῷ, καθὼς γέγραπται, μεσούσης τῆς νομικῆς ἑορτῆς.
Μὴ τὴν κατ΄ ὄψιν κρίσιν κρίνετε΄ Ἰουδαῖοι, Χριστὸς γὰρ ἦλθεν, ὅν περ ἐκάλουν οἱ Προφῆται, ἐκ Σιὼν ἐλευσόμενον, καὶ κόσμον ἀνακαλούμενον.
Εἶ καὶ τοῖς λόγοις οὐ πιστεύετε Ἰουδαῖοι, τοῖς ἔργοις πείσθητε τοῦ Δεσπότου, τὶ πλανᾶσθε ἀθετοῦντες τὸν ἅγιον, ὃν ἔγραψεν ἐν τῷ νόμῳ Μωσῆς;.
Θεοτοκίον.
Εἰς τῆς Τριάδος ὧν, γενόμενος σὰρξ ὠράθης, οὐ τρέψας Κύριε τὴν οὐσίαν, οὐδὲ φλέξας τῆς τεκούσης τὴν ἄφθονον γαστέρα, Θεὸς ὧν ὅλως καὶ πῦρ.
Τῆς Σαμαρείτιδος.
Ὁ Εἱρμός.
Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, τῷ διδόντι εὐχὴν τῷ εὐχομένῳ, ὅτι τόξον δυνατὸν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν.
Ἐθελουσίως ἐπὶ ξύλου ὑψώθης Λόγε, καὶ ὁρῶσαι ἐῤῥήγνυντο αἱ πέτραι, καὶ ἡ κτίσις ἐκλονεῖτο ἅπασα, καὶ νεκροὶ ἐκ τῶν τάφων, ὡς ὕπνου ἐξηγείροντο.
Μετὰ ψυχῆς σε πρὸς τὸν Ἅδην ἐλθόντα Λόγε, κατιδοῦσαι πᾶσαι ψυχαὶ δικαίων, αἰωνίων δεσμῶν ἀπελύοντο, ἀνυμνολογοῦσαι, τὴν ὑπὲρ νοῦν δυναστείαν σου.
Τὶ ἐκθαμβεῖσθε; τὶ ἐν τάφῳ ὑμεῖς ζητεῖτε, μετὰ μύρων Γυναῖκες τὸν Δεσπότην, ἐξηγέρθη, καὶ κόσμον συνήγειρεν Ἄγγελος ἀστράπτων, ταῖς Μυροφόροις ἐφθέγγετο.
Ζωὴ ὑπάρχων, καὶ πηγὴ τῆς ἀθανασίας, ἐκαθέσθης πρὸς τῇ πηγή, Οἰκτίρμον, καὶ τῶν σῶν αἰτησαμένην, ἔπλησας, πανσόφων ναμάτων Σαμαρείτιν ὑμνοῦσαν σε.
Δόξα...
Εἳς ἐπὶ πάντων ἐν Τριάδι Θεὸς ὑμνεῖται, ὁ Πατήρ, καὶ ὁ Υἱὸς καὶ θεῖον Πνεῦμα, φόβῳ ὃν δοξάζει οὐρανῶν τὰ τάγματα, τρανῶς ἐκβοῶντα Ἅγιος, Ἅγιος, Ἅγιος εἶ εἰς τοὺς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον.
Ἀνερμηνεύτως συλλαβοῦσα ἐν τῇ γαστρὶ σου, τὸν τῶν ὅλων Θεὸν Παρθενομῆτορ, ὑπὲρ ἔννοιαν καὶ λόγον τέτοκας, μείνασα παρθένος, ὡς πρὸ τοῦ τόκου Θεόνυμφε.
Καταβασία.
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ΄ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
Κοντάκιον. τῆς Μεσοπεντηκοστῆς.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς ἑορτῆς τῆς νομικῆς μεσαζούσης, ὁ τῶν ἁπάντων Ποιητὴς καὶ Δεσπότης, πρὸς τοὺς παρόντας ἔλεγες, Χριστὲ ὁ Θεός, Δεῦτε καὶ ἀρύσασθε, ὕδωρ ἀθανασίας, ὅθεν σοι προσπίπτομεν, καὶ πιστῶς ἐκβοῶμεν, τοὺς οἰκτιρμοὺς σου δώρησαι ἡμῖν, σὺ γὰρ ὑπάρχεις πηγὴ τῆς ζωῆς ἡμῶν.
Κάθισμα. τῆς Σαμαρείτιδος Ὅμοιον.
Ἀγαλλιάσθω οὐρανός, χορευέτω τὰ ἐπὶ γῆς, ὅτι Χριστὸς ἐκ Παρθένου, ἐπιφανεῖς ὡς ἄνθρωπος ἐῤῥύσατο φθορᾶς, ἅπαν τὸ ἀνθρώπινον, τῷ ἰδίῳ θανάτῳ, θαύμασιν ἐκλάμψας δέ, γυναικὶ Σαμαρείτιδι ὕδωρ αἰτῶν παρέχει τὴν πηγήν, τῶν ἰαμάτων, ὡς μόνος ἀθάνατος.
Δόξα... Καὶ νῦν...
Τῆς Μεσοπεντηκοστῆς Ὅμοιον.
Ὁ τῆς σοφίας χορηγὸς καὶ Δεσπότης, τῆς ἑορτῆς τῆς νομικῆς ἐπιστάσης, ἐν ἱερῷ καθήμενος ἐδίδασκες, λέγων οὕτως ἅπασιν, Ἔρχεσθε οἱ διψῶντες, πίετε τοῦ νάματος, οὗ ἐγὼ νῦν παρέχω, δι΄ οὗ ζωῆς ἐνθέου καὶ τρυφῆς, ἐπαπολαύσετε πάντες οἱ ἄνθρωποι.
Ὠδὴ δ΄. Ὁ Εἱρμός.
Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ΄ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.
Ἄρσεν μὲν ὡς διανοίξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βροτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθῆς, τέλειος λέλεκται.
Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος Χριστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὔθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.
Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ, ἥλατο σκιρτών, ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.
Τῆς Θεοτόκου.
Ὁ αὐτός.
Ὁ διαπλάσας τὸν Ἀδάμ, τὸν σὸν προπάτορα Ἁγνή, πλάττεται ἐκ σοῦ, καὶ θανάτῳ, τῷ οἰκείῳ ἔλυσε, τὸν δι΄ ἐκείνου θάνατον σήμερον, καὶ κατηύγασε πάντας, ταῖς θεϊκαῖς ἀστραπαῖς τῆς Ἀναστάσεως.
Ὃν ἀπεκύησας Χριστόν, ὡραιοτάτως ἐκ νεκρῶν, λάμψαντα Ἁγνὴ καθορῶσα, ἡ καλὴ καὶ ἄμωμος, ἐν γυναιξὶν ὡραία τε, σήμερον εἰς πάντων σωτηρίαν, σὺν Ἀποστόλοις αὐτὸν χαίρουσα, δόξαζε.
Τῆς Μεσοπεντηκοστῆς.
Ὁ Προφήτης Ἀββακούμ.
Εἶ Μεσσίαν δεῖ ἐλθεῖν, ὁ δὲ Μεσσίας Χριστός ἐστι παράνομοι, τὶ ἀπιστεῖτε αὐτῷ; ἰδοὺ παραγέγονε, καὶ μαρτυρεῖ ἃ αὐτὸς ποιεῖ, τὸ ὕδωρ οἶνον ἐποίησε, παράλυτον λόγῳ συνέσφιγξε.
Μὴ συνιέντες τὰς Γραφάς, πλανᾶσθε πάντες ὑμεῖς, Ἑβραῖοι ἄνομοι, ὄντως γὰρ ἦλθε, Χριστὸς καὶ πάντας ἐφώτισε, καὶ ἐν ὑμῖν ἔδειξε πολλὰ σημεῖα καὶ τεράστια, καὶ μάτην ἀρνεῖσθε τὴν ὄντως ζωήν.
Ἐν ἔργον ἔδειξα ὑμῖν, καὶ πάντες ἤδη θαυμάζετε, ἀνέκραζε τοῖς Ἰουδαίοις Χριστός, ὑμεῖς περιτέμνετε, καὶ ἐν Σαββάτῳ ἄνθρωπον, φησίν, ἐμοὶ δὲ τὶ ἐγκαλεῖτε λοιπόν, ἐγείραντι λόγῳ Παράλυτον;.
Θεοτοκίον.
Ἡ ἐν γαστρὶ σου τὸν Θεόν, ἀπεριγράπτως χωρήσασα Θεόνυμφε, Παρθενομῆτορ ἁγνή, μὴ παύσῃ πρεσβεύουσα ὑπὲρ ἡμῶν, ὅπως διὰ σοῦ ῥυσθῶμεν τῶν περιστάσεων, πρὸς σὲ γὰρ ἀεὶ καταφεύγομεν.
Τῆς Σαμαρείτιδος.
Ὁ Εἱρμός.
Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν σου καί ἑ φοβήθην, κατενόησα τὰ ἔργα σου καὶ ἐξὲ στην, ὅτι τῆς σῆς αἰνέσεως πλήρης ἡ γῆ.
Οἱ οὐρανοὶ εὐφραινέσθωσαν, ἐορταζέτω ἡ κτίσις πᾶσα, ἐξεγήγερται ὁ Κύριος καὶ ἐφάνη, πᾶσι τοῖς σοφοῖς Ἀποστόλοις αὐτοῦ.
Κατεπόθη σου θάνατε, ἡ δυναστεία, Χριστοῦ θανέντος, οἱ νεκροὶ ὡς ἐκ θαλάμων, τῇ Ἐγέρσει τούτου, ἐκ τῶν τάφων προήλθοσαν.
Τὶ θρηνεῖτε ὢ γύναια; τὶ μετὰ μύρων ἐπιζητεῖτε τὸν ἀθάνατον, ἐγήγερται, καθὼς εἶπεν, ἔφη Μυροφόροις ὁ Ἄγγελος.
Σαμαρείτιδι Κύριε, αἰτησαμένη παρέσχες ὕδωρ τὴν ἐπίγνωσιν τοῦ κράτους σου, ὅθεν εἰς αἰῶνας, οὐ διψᾷ ἀνυμνοῦσα σε.
Δόξα...
Ὢ Τριὰς ὑπερούσιε, Πάτερ, καὶ Λόγε καὶ θεῖον Πνεῦμα, ὁμοδύναμε, συνάναρχε, σῶσον ἡμᾶς πάντας, τοὺς πιστῶς ἀνυμνοῦντας σε.
Καὶ νῦν... Θεοτοκίον.
Ἀκατάφλεκτον βάτον σε, ὁ νομοθέτης ἑώρα πάλαι, Δανιὴλ δὲ ὄρος ἅγιον κατενόει, 
μόνη Μητροπάρθενε Δέσποινα.

Καταβασία.
Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ΄ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.
Ὠδή ε΄. Ὁ Εἱρμός.
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾍδου σειραῖς, συνεχόμενοι, δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένω ποδί, Πάσχα κροτοῦντες αἰώνιον.
Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν, ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.
Τῆς Θεοτόκου.
Ὁ αὐτός.
Φωτίζεται θείαις ἀκτῖσι, καὶ ζωηφόροις ταῖς τῆς Ἀναστάσεως τοῦ Υἱοῦ σου, Θεομῆτορ ἄχραντε, καὶ χαρμονῆς ἐμπίπλαται, τῶν εὐσεβῶν ἡ Ὁμήγυρις.
Οὐκ ἤνοιξας πύλας Παρθένου, ἐν τῷ σαρκούσθαι μνήματος οὐκ ἔλυσας τὰς σφραγῖδας, Βασιλεῦ τῆς κτίσεως, ὅθεν ἐξαναστάντα σε, θεασαμένη ἠγάλλετο.
Τῆς Μεσοπεντηκοστῆς.
Κύριε, ὁ Θεὸς ἡμῶν.
Θαύμασι κατελάμπρυνας τοὺς Ἀποστόλους σου, τέρασιν ἐμεγάλυνας τοὺς Μαθητάς, ἐν παντὶ τῷ κόσμῳ δοξάσας Σωτὴρ ἡμῶν, καὶ δοὺς αὐτοῖς τὴν βασιλείαν σου.
Ἅπαντα κατεφώτισαν τῆς γῆς τὰ πέρατα, θαύμασι καὶ διδάγμασιν οἱ Μαθηταί, καὶ ποικίλοις τρόποις τὸν λόγον κηρύξαντες Χριστὲ Σωτὴρ τῆς βασιλείας σου.
Αἴνεσιν ἀναπέμπομεν τῇ βασιλεία σου, ὕμνον σοι δὲ προσάγομεν, τῷ δι΄ ἡμᾶς ἐπὶ γῆς ὀφθέντι, καὶ κόσμον φωτίσαντι, καὶ τὸν Ἀδὰμ ἀνακαλέσαντι.
Θεοτοκίον.
Γέγονεν ἡ κοιλία σου ἁγία τράπεζα, ἔχουσα τὸν οὐράνιον ἄρτον, ἐξ οὗ πᾶς ὁ τρώγων οὐ θνῄσκει, ὡς ἔφησεν, ὁ τοῦ παντὸς Θεογεννήτωρ τροφεύς.
Τῆς Σαμαρείτιδος.
Ὁ Εἱρμός.
Ἀνάτειλον μοι Κύριε, τὸ φῶς τῶν προσταγμάτων σου, ὅτι πρὸς σὲ Χριστέ, τὸ πνεῦμά μου ὀρθρίζει, καὶ ὑμνεῖ σε, σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ πρὸς σὲ κατέφυγον, τῆς εἰρήνης βασιλεῦ.
Τὸ μνῆμα σου τὸ ἅγιον, καταλαβοῦσαι ὄρθριαι, αἱ Μυροφόροι, ἐξαστράπτοντα κατεῖδον νεανίαν, καὶ ἐνεθαμβήθησαν, τὴν σὴν διδασκόμεναι, θείαν Ἔγερσιν Χριστέ.
Ὁ θάνατος νενέκρωται, ὁ Ἅδης ἠχμαλώτισται, οἱ ἐν δεσμοῖς ἠλευθερώθησαν, Χριστοῦ τῇ Ἀναστάσει, Ἀγαλλιασώμεθα καὶ χεῖρας κροτήσωμεν, ἐορτάζοντες φαιδρῶς.
Ἀπόστολοι σκιρτήσατε, καὶ Ἄγγελοι χορεύσατε, οἱ γηγενεῖς πάντες ἀγάλλεσθε, ὁ Κύριος ἀνέστη, ἡ φθορὰ ἐξωστράκισται, καὶ ἡ λύπη πέπαυται, καὶ χορεύει ὁ Ἀδάμ.
Πηγὴ ὑπάρχων Κύριε, ζωῆς ὕδωρ ἀφέσεως, καὶ ἐπιγνώσεως δεδώρησαι, γυναικὶ αἰτησάσῃ, πάλαι Σαμαρείτιδι, διὸ ἀνυμνοῦμεν σου, τοὺς ἀφάτους οἰκτιρμούς.
Δόξα...
Μονάδα τρισυπόστατον, Τριάδα Ὁμοούσιον, Πατέρα, Λόγον, καὶ Πνεῦμα ἅγιον, ἀμέριστον τῇ φύσει, Θεὸν ἕνα σέβομεν, ποῖ ἠτὴν καὶ Κύριον, καὶ Δεσπότην τοῦ παντός.
Καὶ νῦν... Θεοτοκίον.
Σὲ πύλην ἀδιόδευτον, καὶ χώραν ἀγεώργητον, καὶ κιβωτὸν τὸ Μάννα φέρουσαν, καὶ στάμνον καὶ λυχνίαν, καὶ θυμιατὴ ῥιον τοῦ ἀΰλου ἄνθρακος, ὀνομάζομεν Ἁγνή.
Καταβασία.
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
Ὠδὴ ς΄. Ὁ Εἱρμός.
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
Φυλάξας τὰ σήμαντρα σῶα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος, ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.
Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενὴ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.
Τῆς Θεοτόκου.
Ὁ αὐτός.
Ἀνῆκται τὸ πάλαι κρατούμενον, τῷ θανάτῳ καὶ φθορᾷ, διὰ τοῦ σαρκωθέντος, ἐκ σῆς ἀχράντου γαστρὸς πρὸς τὴν ἄφθαρτον, καὶ ἀΐδιον ζωήν, Θεοτόκε Παρθένε.
Κατῆλθεν ἐν τοῖς κατωτάτοις τῆς γῆς ὁ λαγόσι σου Ἁγνή, κατελθὼν καὶ οἰκήσας, καὶ σαρκωθεὶς ὑπὲρ νοῦν καὶ συνήγειρεν, ἑαυτῷ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.
Τῆς Μεσοπεντηκοστῆς.
Ὡς ὕδατα θαλάσσης.
Ὁ πάντα περιέπων τὰ πέρατα ἀνῆλθες Ἰησοῦ, καὶ ἐδίδασκες, ἐν τῷ ἱερῷ τοὺς ὄχλους, τὸν λόγον τῆς ἀληθείας, τῆς ἑορτῆς μεσούσης, ὡς Ἰωάννης βοᾶ.
Τὸ ἔργον τοῦ Πατρὸς ἐτελείωσας, τοῖς ἔργοις ἐπιστώσω τοὺς λόγους σου, ἰάσεις τελῶν Σωτὴρ καὶ σημεῖα, Παράλυτον ἀνορθῶν, λεπροὺς καθαίρων, καὶ τοὺς νεκροὺς ἀνιστών.
Ὁ ἄναρχος Υἱὸς ἀρχὴ γέγονε, λαβῶν τὸ καθημὰς ἐνηνθρώπησε, καὶ μέσον τῆς ἑορτῆς ἐδίδασκε, λέγων, Προσδράμετε τῇ πηγὴ τῇ ἀενάῳ, ζωὴν ἀρύσασθαι.
Θεοτοκίον.
Παρθένόν μετὰ τόκον ὑμνοῦμεν σε, Παρθένον καὶ Μητέρα δοξάζομεν, σὲ μόνην ἁγνὴ Θεόνυμφε Κόρη, ἐκ σοῦ γὰρ ὄντως Θεὸς ἐσαρκώθη, καινοποιήσας ἡμᾶς.
Τῆς Σαμαρείτιδος.
Ὁ Εἱρμός.
Μὴ καταποντισάτω με καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός, ἀπέῤῥιμμαι γὰρ εἰς βάθη, καρδίας θαλάσσης, τῶν κακῶν μου, διὸ σοι κραυγάζω ὡς Ἰωνᾶς, Ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου πρὸς σέ, ὁ Θεὸς ἡμῶν.
Σταυρῷ σε οἱ παράνομοι, Ἰησοῦ ἥλωσαν, καὶ λόγχη ἐξεκέντησαν Χριστέ, καὶ Ἰωσὴφ ὁ εὐσχήμων σε κηδεύει, ἐν τῷ καινῷ μνημείῳ, ἐξ οὗ μετὰ δόξης ἐξαναστάς, συνανέστησας Σωτήρ, πᾶσαν κτίσιν ὑμνοῦσαν τὸ κράτος σου.
Μοχλοὺς καὶ πύλας Δεσπότα, δυνατῶς ἔθραυσας τοῦ ᾍδου, καὶ ἀνέστης ὡς Θεός, καὶ ὑπαντήσας, τὸ Χαῖρε προσείπας ταῖς Γυναιξί, καὶ ταύτας εἰπεῖν ἐξαπέστειλας Μαθηταῖς, Ἐξεγήγερται ὁ ζῶν, καὶ ὠράθη φωτίζων τὰ πέρατα.
Τὶ κλαίετε; τὶ φέρετε ὡς θνητῷ Γύναια τὰ μῦρα; ἐξηγέρθη ὁ Χριστός, ἐβόα πάλαι ἀστράπτων μεγάλως, ὁ φανεὶς νεανίας, κενὰς τὰς σινδόνας καταλιπών, ἀπελθοῦσαι τοῖς αὐτοῦ, ἀπαγγείλατε φίλοις τὴν Ἔγερσιν.
Ῥεῖθρον ὑπάρχων Κύριε, τῆς ζωῆς ἄφθονον, καὶ ἄβυσσος ἐλέους ἀγαθὲ Ὁδοιπορήσας καθέζῃ, πλησίον τοῦ φρέατος τοῦ ὅρκου, καὶ τῇ Σαμαρείτιδι ἐκβοάς, Δός μοι ὕδωρ τοῦ πιεῖν, ὅπως λάβῃς ἀφέσεως νάματα.
Δόξα...
Ὑμνῶ Πατέρα ἄναρχον, καὶ Υἱὸν σύνθρονον καὶ Πνεῦμα ὁμοούσιον πιστῶς, μίαν οὐσίαν, καὶ φύσιν καὶ δόξαν, καὶ μίαν βασιλείαν, Θεὸν τῶν ἁπάντων καὶ ποιητήν, συνοχέα τοῦ παντός, μετὰ τῶν ἀσωμάτων δυνάμεων.
Καὶ νῦν... Θεοτοκίον.
Παρθένον μόνην τίκτουσαν, καὶ νηδὺν ἄφθορον τηρήσασαν, ὑμνοῦμεν σε Ἁγνὴ θρόνον Κυρίου, καὶ πύλην καὶ ὄρος, καὶ νοητὴν λυχνίαν, νυμφῶνα ὁλόφωτον τοῦ Θεοῦ, καὶ σκηνὴν δόξης σαφῶς, κιβωτὸν τε καὶ στάμνον καὶ τράπεζαν.
Καταβασία.
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
Κοντάκιον. τῆς Σαμαρείτιδος.
Ἦχος πλ. δ΄.
Πίστει ἐλθοῦσα ἐν τῷ φρέατι, ἡ Σαμαρείτις ἐθεάσατο, τὸ τῆς σοφίας ὕδωρ σε, ὢ ποτισθεῖσα δαψιλῶς βασιλείαν τὴν ἄνωθεν ἐκληρώσατο, αἰωνίως ἡ ἀοίδιμος.
Ὁ Οἶκος.
Τῶν σεπτῶν μυστηρίων ἀκούσωμεν, Ἰωάννου ἡμᾶς ἐκδιδάσκοντος, τὰ ἐν τῇ Σαμαρεία γινόμενα, πῶς γυναικὶ ὡμίλει ὁ Κύριος, ὕδωρ αἰτήσας, ὁ τὰ ὕδατα εἰς τὰς συναγωγὰς αὐτῶν συνάξας, ὁ Πατρὶ καὶ τῷ Πνεύματι σύνθρονος, ἦλθε γὰρ ἐκζητὼν τὴν εἰκόνα αὐτοῦ, αἰωνίως, ὡς ἀοίδιμος.
Συναξάριον.
Τῇ αὐτῇ ἡμέρᾳ Κυριακὴ πέμπτη ἀπὸ τοῦ Πάσχα, τὴν τῆς Σαμαρείτιδος ἑορτὴν ἑορτάζομεν.
Στίχοι.
Ὕδωρ λαβεῖν ἐλθοῦσα τὸ φθαρτόν, γύναι, 
Τὸ ζῶν ἀπαντλείς, ὢ ῥύπους ψυχῆς πλύνεις.

Ταῖς τῆς σῆς Μάρτυρος Φωτεινῆς πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ΄. Ὁ Εἱρμός.
Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν, χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικόν, σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.
Θανάτου ἑορτάζομεν νέκρωσιν, ᾍδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.
Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὔτη ἡ σωτήριος, νὺξ καὶ φωταυγῆς, τῆς λαμπροφόρου ἡμέρας τῆς ἐγέρσεως, οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς, πᾶσιν ἐπέλαμψεν.
Τῆς Θεοτόκου.
Ὁ αὐτός.
Νεκρώσας ὁ Υἱός σου τὸν θάνατον, Πανάμωμε σήμερον, πᾶσι τοῖς θνητοῖς, τὴν διαμενοῦσαν ζωήν, εἰς αἰῶνας αἰώνων δεδώρηται, ὁ μόνος εὐλογητὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ὁ πάσης βασιλεύων τῆς κτίσεως, γενόμενος ἄνθρωπος, ᾤκησε τὴν σήν, θεοχαρίτωτε νηδύν, καὶ σταυρὸν ὑπομείνας καὶ θάνατον, ἀνέστη θεοπρεπῶς, συνεγείρας ἡμᾶς, ὡς παντοδύναμος.
Τῆς Μεσοπεντηκοστῆς.
Τῶν Χαλδαίων ἡ κάμινος.
Σαρκικῶς ἐκοπίασας, ἡ ἀνάπαυσις πάντων, ἑκουσίως ἐδίψησας, ἡ πηγὴ τῶν θαυμάτων, τὸ ὕδωρ ἐζήτησας, ὕδωρ τὸ ζῶν, Ἰησοῦ ἀπαγγειλάμενος.
Σαμαρείτιδι Κύριε, γυναικὶ προσωμίλεις, διελέγχων τὴν ἄνοιαν, τῶν ἀνόμων Ἑβραίων, ἡ μὲν γὰρ ἐπίστευσεν Υἱόν σε εἶναι Θεοῦ, οἱ δὲ ἠρνήσαντο.
Οἱ τὸν ἄρτον ἐσθίοντες, τῆς σαρκὸς τοῦ Κυρίου, καὶ τὸ αἷμα λαμβάνοντες, τῆς πλευρᾶς τοῦ Δεσπότου καινότητι Πνεύματος πολιτευσώμεθα, ζῶντες τῇ χάριτι.
Θεοτοκίον.
Ἐν γαστρὶ σου ἐχώρησας, τὸν ἀχώρητον Λόγον, ἐκ μαζῶν σου ἐθήλασας, τοῦ κόσμου τὸν τροφέα, ἀγκάλαις ἐβάστασας, τὸν ποιητὴν τοῦ παντός, Θεογεννῆτορ ἁγνή.
Τῆς Σαμαρείτιδος.
Ὁ Εἱρμός.
Μὴ παραδώης ἡμᾶς εἰς τέλος, διὰ τὸ ὄνομα σου καὶ μὴ διασκεδάσης τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεος σου ἀφ΄ ἡμῶν, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
Μετὰ ἀνόμων, Χριστὲ οἰκτίρμον, ἑκὼν κατελογίσθης, καιρῷ τοῦ θείου Πάθους, καὶ ταῦτα βλέπουσα ἐσείετο ἡ γῆ, καὶ πέτραι παντουργῷ νεύματι ἐῤῥήγνυντο, ἀκατάληπτε, καὶ ἀνίσταντο νεκροὶ οἱ ἀπ΄ αἰῶνος.
Μετὰ ψυχῆς καταβάς, εἰς μέρη κατώτερα τοῦ ᾍδου, ἐξῆγες ἐν ἀνδρεία δεσμίους ἅπαντας, οὖς ἐκ τοῦ αἰῶνος θάνατος εἶχεν, ὁ πικρὸς τύραννος, ἐκβοῶντας σοι Χριστὲ ὁ Θεός, Δόξα σου τῇ φρικτὴ οἰκονομία.
Μετὰ νεκρῶν τὶ ὑμεῖς ζητεῖτε, τὸν ζῶντα εἰς αἰῶνας; ἠγέρθη, καθὼς εἶπεν, ἰδοὺ ὡς βλέπετε κεναὶ αἱ σινδόνες, κενὸς ὁ τάφος, ὁ φανεὶς ἔλεγε, Γυναιξὶ νεανίας, σπουδὴ ἄπιτε, εἴπατε τοῖς, Ἀποστόλοις.
Ὕδωρ ὑπάρχεις ζωῆς, ἐβόα Χριστῷ ἡ Σαμαρείτις, πότισον οὖν με Λόγε διψῶσαν πάντοτε, σοῦ τὴν θείαν Χάριν, ὅπως μηκέτι Ἰησοῦ Κύριε, ἀγνωσίας κρατῶμαι αὐχμῷ, ἀλλὰ κηρύττω σου τὰ μεγαλεῖα.
Δόξα...
Πατέρα καὶ τὸν Υἱόν, καὶ θεῖον ὑμνολογοῦμεν Πνεῦμα, ἀμέριστον Τριάδα, φύσει ὑπάρχουσαν, μεριστὴν προσώποις, μίαν οὐσίαν συμφυῆ, ἄναρχον, ποιητὴν τοῦ παντὸς καὶ Θεόν, ὃν πᾶσαι οὐ ῥανὼν ὑμνοῦσι τάξεις.
Καὶ νῦν... Θεοτοκίον.
Μετὰ λοχείαν φρικτήν, παρθένος ἁγνὴ διεφυλάχθης, ἁγία Θεοτόκε, διὸ σε ἅπασαι, Ἀγγέλων χορείαι, καὶ τῶν ἀνθρώπων γενεαὶ ἅπασαι, ἀσιγήτοις ἀνυμνοῦσι φωναῖς χωρίον, καθαρὸν τοῦ ἀχωρήτου.
Καταβασία.
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ὠδὴ η΄. Ὁ Εἱρμός.
Αὔτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρίς ἐστι πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος, τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς Ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεὸν εἰς τοὺς αἰῶνας.
Ἆρον κύκλῳ τοὺς ὀφθαλμοὺς σου Σιὼν καὶ ἴδε, ἰδοὺ γὰρ ᾔκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν, καὶ βορρᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τὰ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.
Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἐνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε, καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σε εὐλογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Τῆς Θεοτόκου.
Ὁ αὐτός.
Ἦλθε διὰ σοῦ εἰς τὸν κόσμον ὁ κτίστης, Παρθένε Θεοτόκε, καὶ τὴν γαστέρα τοῦ ᾍδου διαῤῥήξας θνητοῖς, τὴν Ἀνάστασιν ἡμῖν ἐδωρήσατο, διὸ εὐλογοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας.
Ὅλον καθελὼν τοῦ θανάτου τὸ κράτος, ὁ Υἱός σου Παρθένε, ἐν τῇ αὐτοῦ Ἀναστάσει, ὡς Θεὸς κραταιός, συνανύψωσεν ἡμᾶς, καὶ ἐθέωσε, διὸ ἀνυμνοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας.
Τῆς Μεσοπεντηκοστῆς.
Ἄγγελοι καὶ οὐρανοί.
Δεῦτε ἴδετε λαοί, τὸν ἐπὶ θρόνου δόξης καθεζόμενον, ὑπὸ λαῶν ἀνόμων βλασφημούμενον, καὶ ἰδόντες, ὑμνεῖτε, τὸν ἐν Προφήταις Μεσσίαν προῤῥηθέντα.
Σὺ εἶ ὄντως ὁ Χριστός, ὁ εἰς τὸν κόσμον τοῦτον προερχόμενος, ἐξ οὗ ἡ σωτηρία, καὶ ἡ ἄφεσις τῶν πατρῴων σφαλμάτων, σὺ ἡ ὄντως ζωή, τῶν σοι πεπιστευκότων.
Ἡ Σοφία τοῦ Θεοῦ, τῆς ἑορτῆς μεσούσης καθὼς γέγραπται, τῷ ἱερῷ ἐπέστη καὶ ἐδίδασκεν, Ὅτι ὄντως αὐτὸς ἤν, ὁ Μεσσίας Χριστός, δι΄ οὗ ἡ σωτηρία.
Θεοτοκίον.
Πῶς ἐγέννησας εἰπέ, τὸν ἐκ Πατρὸς ἀχρόνως προεκλάμψαντα, καὶ σὺν ἁγίῳ Πνεύματι ἀνυμνούμενον; ἢ ὡς οἶδεν Ὁ μόνος εὐδοκήσας ἐκ σοῦ, τεχθῆναι Θεοτόκε.
Τῆς Σαμαρείτιδος.
Ὁ Εἱρμός.
Τὰ σύμπαντα Δεσπότα τῇ σῇ σοφία συνέστη σῷ, γῆς δὲ πάλιν ἤδρασας, ὡς οἶδας τὸν πυθμένα, τῇ βάσει πηξάμενος ἐπὶ ὑδάτων, διὸ πάντες βοῶμεν ἀναμέλποντες, Εὐλογεῖτε τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον.
Θάνατον ὑπέμεινας, μόνε ἀθάνατε βουλήσει, Ἅδην ἠχμαλώτευσας, πύλας χαλκᾶς συνέτριψας βασιλεῦ οὐράνιε, καὶ ἀφεῖλες δεσμίους, ἀπ΄ αἰῶνος ἐκεῖσε χρηματίζοντας, ἀνυμνοῦντας ἀπαύστως, τὸ κράτος τῆς σῆς ἀγαθότητος.
Ὑψώθης μακρόθυμε, ἐθελουσίως ἐπὶ ξύλου, καὶ πέτραι ἐσχίσθησαν, καὶ ἥλιος ἐσβέσθη, ναοῦ διεῤῥάγη, καὶ ἡ καὶ τὸ καταπέτασμα τοῦ ἢ ἐσαλεύθη, καὶ ἐτρόμαξεν ὁ παγγέλαστος Ἅδης, καὶ πάντας δεσμίους ἀπέλυσε.
Ἐπέφανες Κύριε, τοῖς ἐν τῷ σκότει καθημένοις, φῶς ὑπάρχων ἄδυτον, καὶ ζωὴ τῶν ἁπάντων, διὸ σε ὡς ἔβλεψε, τῶν δικαίων ὁ δῆμος, ἀνεσκίρτησε Λόγε, καὶ ἀνεβόησεν, Ἦλθες πάντας δεσμῶν ἀπολῦσαι, ὑμνοῦμεν τὸ κράτος σου.
Πλησίον ἐκάθισας πηγῆς, ἐν ὥρα Σῶτερ ἕκτη, καὶ τῇ Σαμαρείτιδι, ὕδωρ τὸ ζῶν παρέσχες καὶ γνώσεως νάματα, διὰ πολλὴν εὐσπλαγχνίαν, μεθ΄ ἧς πάντες βοῶμεν ἀναμέλποντες, Εὐλογεῖτε τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον.
Δόξα...
Πατέρα προάναρχον, Υἱὸν συνάναρχον ὑμνοῦμεν Πνεῦμα τὸ ἅγιον, Θεὸν ἕνα τὰ τρία, ἀσύγχυτον, ἄτμητον, δημιουργὸν τῶν ἁπάντων, ὁμοδύναμον κράτος αὐτεξοῦσιον, καὶ βοῶμεν, Εὐλογεῖτε τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον.
Καὶ νῦν... Θεοτοκίον.
Ἄνθρακι καθαίρεται, ὁ Ἡσαΐας προκηρύττων, τὸν νοητὸν ἄνθρακα σαρκούμενον Παρθένε, ἐκ σοῦ ὑπὲρ ἔννοιαν, καταφλέγοντα πάντων τῶν βροτῶν τὰ ὑλώδη ἁμαρτήματα, καὶ θεοῦντα δι΄ οἶκτον, τὴν φύσιν ἡμῶν παναμώμητε.
Καταβασία.
Αὔτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρίς ἐστι πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὠδὴ θ΄. Ὁ Εἱρμός.
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου, ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Ὢ θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς! μεθ΄ ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω, ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.
Ὢ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὢ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρω, ἡμέρα τῆς βασιλείας σου.
Τῆς Θεοτόκου.
Ὁ αὐτός.
Συμφώνως Παρθένε, σὲ μακαρίζομεν πιστοί, Χαῖρε πύλη Κυρίου, χαῖρε πόλις ἔμψυχε, χαῖρε, δι΄ ἧς ἡμῖν ἔλαμψε, σήμερον φῶς τοῦ ἐκ σοῦ τεχθέντος, τῆς ἐκ νεκρῶν ἀναστάσεως.
Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτός, ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, λάμψας ἡλίου φαιδρότερον, καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.
Τῆς Μεσοπεντηκοστῆς.
Ἀλλότριον τῶν μητέρων.
Τῆς ἑορτῆς μεσαζούσης τῶν Ἰουδαίων, ἀνῆλθες ὁ Σωτήρ μου ἐπὶ τὸ ἱερὸν σου, καὶ ἐδίδασκες πάντας, ἐθαύμαζον δὲ Ἰουδαῖοι, καὶ πόθεν οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; ἔλεγον.
Ἰάματα χαρισμάτων ὁ λυτρωτής μου, πηγάζων ἐπετέλει, τέρατα καὶ σημεῖα, φυγαδεύων τὰς νόσους, ἰώμενος τοὺς ἀσθενοῦντας, ἀλλ΄ Ἰουδαῖοι ἐξεμαίνοντο, τῷ πλήθει τῶν θαυμάτων αὐτοῦ.
Ὁ σαρκικὸς Ἰουδαῖος κατὰ τὴν σάρκα, νοῶν τὰ γεγραμμένα, τῷ γράμματι προσπταίει ἀντιπίπτει δὲ πάλιν, τῷ Πνεύματι τῆς ἀληθείας, ἡμεῖς δὲ τοῦτον παρωσάμενοι, φρονῶμεν τὰ τοῦ Πνεύματος.
Θεοτοκίον.
Ἐχώρησας ἐν γαστρὶ σου Παρθενομῆτορ, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν Ζωοδότην, ὃν ὑμνεῖ πᾶσα κτίσις, καὶ τρέμουσιν οἱ ἄνω θρόνοι, αὐτὸν δυσώπει παμμακάριστε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τῆς Σαμαρείτιδος.
Ὁ Εἱρμός.
Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, καθεῖλε γὰρ δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε τὰ πεινοὺς ὁ Θεὸς τοῦ Ἰσραήλ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς εἰς ὁδὸν εἰρήνης.
Ἰδοὺ καθωράθη, ἡ ζωὴ πάντων Χριστός, κρεμάμενος ἐν ξύλῳ ἑκουσίως, καὶ ταῦτα βλέπουσα γῆ ἐσαλεύθη, καὶ πολλὰ Ἁγίων ἠγέρθη ἐμφανῶν, σώματα κοιμηθέντων καὶ τὸ δεσμωτήριον ᾍδου ἐσαλεύθη.
Ὡραῖος ἐκ τάφου, ὡς νυμφίος ἐκ παστοῦ, πεπόρευσαι, θανάτου καταλύσας, τὴν τυραννίδα Χριστέ, καὶ τοῦ ᾍδου τοὺς μοχλούς, συντρίψας δυνάμει θεϊκή, καὶ τῆς Ἐγέρσεως σου, τῷ φωτὶ τῷ νοητῷ, καταυγάσας κόσμον.
Στησώμεθα πάντες νῦν χοροὺς πνευματικοὺς καὶ κράξωμεν, ὁ Κύριος ἀνέστη, ἀγαλλιάσθω ἡ γῆ, εὐφραινέσθω, οὐρανὸς νεφέλαι ῥανάτωσαν ἡμῖν, δικαιοσύνης ὄμβρους ἑορτάζουσι φαιδρῶς καὶ Χριστὸν ὑμνοῦσιν.
Ἡ ζωὴ τῶν ζώντων, ἡ πηγὴ τῶν ἀγαθῶν, ὁ Κύριος πλουσίως, ἐπιῤῥαίνων διδαχάς, ἐκβοὰ τῇ γυναικί, Παράσχου μοι ὕδωρ τοῦ πιεῖν, ὅπως σοι δώσω ὕδωρ, τῶν ἁμαρτημάτων σου, τὰς πηγὰς ξηραῖνον.
Δόξα...
Φῶς ἓν ἀμερίστως, ἡ τρισήλιος μονάς, Ὁ ἄναρχος Πατήρ, Υἱός, καὶ Πνεῦμα θεότης μία ζωὴ καὶ τῶν ὅλων ποιητῆς, Αὐτὸν ἀνυμνήσωμεν πιστοί, μετὰ τῶν ἀσωμάτων, τρισαγίοις ἄσμασιν ἱερολογοῦντες.
Καὶ νῦν... Θεοτοκίον.
Φωτὸς γενομένη, οἰκητήριον Ἁγνή, καταύγασον τὰς κόρας τῆς ψυχῆς μου, ἀμαυρωθείσας πολλαῖς, μεθοδείαις τοῦ ἐχθροῦ, καὶ βλέψαι ἀξίωσον τρανῶς, τὸ ἀναλάμψαν φέγγος, ἐκ σοῦ ὑπὲρ ἔννοιαν, καθαρᾷ καρδίᾳ.
Καταβασία.
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σε ἀνέτειλε. Χόρευε νῦν καὶ ἀγάλλου, Σιών, σὺ δέ, ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Τὸ, Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν γ΄.
Ἐξαποστειλάριον τοῦ Πάσχα.
Ἦχος β΄.
Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τρι ἥμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.
Ἕτερον τῆς Σαμαρείτιδος.
Γυναῖκες ἀκουτίσθητε.
Σαμάρειαν κατέλαβες, Σωτήρ μου παντοδύναμε, καὶ γυναικὶ ὁμιλήσας, ἐζήτεις ὕδωρ τοῦ πιεῖν, ὁ ἐκ πέτρας ἀκροτόμου πηγάσας ὕδωρ, Ἑβραίοις, ἣν πρὸς πίστιν σὴν ἔλαβες, καὶ νῦν ζωῆς ἀπολαύει, ἐν οὐρανοῖς αἰωνίως.
Τῆς Μεσοπεντηκοστῆς Ὅμοιον.
Μεσούσης παραγέγονας, τῆς ἑορτῆς φιλάνθρωπε, ἐν ἱερῷ καὶ ἐλάλεις, Οἱ δίψης ἔμπλεοι πρὸς με, ἔλθετε καὶ ἀρύσασθε, ὕδωρ ζῶν καὶ ἁλλόμενον, δι΄ οὗ τρυφῆς καὶ χάριτος, ζωῆς τε τῆς ἀθανάτου, ἐπαπολαύσετε πάντες.
Εἰς τοὺς Αἴνους.
Ἱστῶμεν Στίχ. η΄, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα ς΄, καὶ τῆς Σαμαρείτιδος β΄.
Στιχηρὰ Ἀναστάσιμα Ἦχος δ΄.
Ὁ σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομεν σου τὴν Ἀνάστασιν.
Ἐν τῷ σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας, διὸ βοῶμεν σοι, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, Ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειαν σου, καὶ ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρα σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβεία τῶν Ἁγίων σου.
Τῶν Πατρικῶν σου κόλπων, μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ θεότητι, ἀναστὰς δὲ ἐκ νεκρῶν ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος.
Θάνατον κατεδέξω σαρκί, ἡμῖν ἀθανασίαν πραγματευσόμενος Σωτήρ, καὶ ἐν τάφῳ ᾤκησας, ἵνα ἡμᾶς τοῦ ᾍδου ἐλευθερώσῃς, συναναστήσας ἑαυτῷ, παθῶν, μὲν ὡς ἄνθρωπος, ἀλλ΄ ἀναστὰς ὡς Θεός. Διὰ τοῦτο βοῶμεν. Δόξα σοι ζωοδότα Κύριε, μόνε Φιλάνθρωπε.
Πέτραι ἐσχίσθησαν Σωτήρ, ὅτε ἐν τῷ Κρανίῳ ὁ Σταυρός σου ἐπάγη, ἔφριξαν ᾍδου πυλωροί, ὅτε ἐν τῷ μνημείῳ ὡς θνητὸς κατετέθης, καὶ γὰρ τοῦ θανάτου καταργήσας τὴν ἰσχύν, τοῖς τεθνεῶσι πᾶσιν ἀφθαρσίαν παρέσχες, τῇ Ἀναστάσει σου Σωτήρ. Ζωοδότα Κύριε δόξα σοι.
Στιχηρὰ Ἰδιόμελα τῆς Σαμαρείτιδος.
Ἦχος γ.
Στίχ. Ἔντεινε καὶ κατευοδοὺ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης.
Ἀγαλλιάσθω σήμερον φαιδρῶς, ὁ οὐρανὸς καὶ ἡ γῆ, ὅτι Χριστὸς πεφανέρωται, σαρκούμενος ὡς ἄνθρωπος, ἵνα τὸν Ἀδὰμ ἐξάρῃ ἐκ κατάρας παγγενή, καὶ θαυμαστοῦται θαύμασιν, ἐν Σαμαρεία προσαφικόμενος, γυναικὶ δὲ παρέστη, ὕδωρ ζητῶν, ὁ νεφέλης ὕδασι περιβαλλόμενος, διὸ πάντες οἱ πιστοὶ προσκυνήσωμεν, τὸν δι΄ ἡμᾶς ἑκουσίως πτωχεύσαντα, εὐσπλάγχνῳ βουλῇ.
Ἦχος πλ. β΄.
Στίχ. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν διὰ τοῦτο ἔχρισεν σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
Τάδε λέγει Κύριος τῇ Σαμαρείτιδι, Εἶ ἡδεῖς τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι ὕδωρ πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκε σοι πιεῖν, ἵνα μὴ διψήσῃς εἰς τὸν αἰῶνα, λέγει Κύριος.
Δόξα... Ἦχος ὁ αὐτός.
Ἡ πηγὴ τῆς ζωαρχίας, Ἰησοῦς ὁ Σωτὴρ ἡμῶν, ἐπὶ τὴν πηγὴν ἐπιστὰς τοῦ Πατριάρχου Ἰακώβ, πιεῖν ἐζήτει ὕδωρ παρὰ γυναικὸς Σαμαρείτιδος. Τῆς δὲ τὸ ἀκοινώνητον τῶν Ἰουδαίων προσειπούσης, ὁ σοφὸς δημιουργὸς μετοχετεύει αὐτήν, ταῖς γλυκείαις προσρήσεσι, μᾶλλον πρὸς αἴτησιν τοῦ ἀϊδίου ὕδατος, ὃ καὶ λαβοῦσα, τοῖς πᾶσιν ἐκήρυξεν εἰποῦσα, Δεῦτε, ἴδετε τῶν κρυπτῶν γνώστην καὶ Θεόν, παραγενόμενον σαρκί, διὰ τὸ σῶσαι τὸν ἄνθρωπον.
Καὶ νῦν... Θεοτοκίον.
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ Ἅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.
Εἰς τὴν α΄ Ὥραν, τὸ Ἑωθινόν.
Ἦχος βαρύς.
Ἰδοὺ σκοτία καὶ πρωΐ, καὶ τὶ πρὸς τὸ μνημεῖον Μαρία ἕστηκας, πολὺ σκότος ἔχουσα ταῖς φρεσίν, ὑφ΄ οὗ ποῦ τέθειται ζητεῖς ὁ Ἰησοῦς; ἀλλ΄ ὅρα τοὺς συντρέχοντας Μαθητάς, πῶς τοῖς ὀθονίοις, καὶ τῷ σουδαρίω, τὴν Ἀνάστασιν ἐτεκμήραντο, καὶ ἀνεμνήσθησαν τῆς περὶ τούτου Γραφῆς, Μεθών, καὶ δι΄ ὧν, καὶ ἡμεῖς πιστεύσαντες ἀνυμνοῦμεν σε τὸν ζωοδότην Χριστόν.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, καὶ οἱ Μακαρισμοὶ τοῦ Ἤχου.
Ἦχος δ΄.
Διὰ ξύλου ὁ Ἀδάμ, Παραδείσου γέγονεν ἄποικος, διὰ ξύλου δὲ Σταυροῦ, ὁ Λῃστὴς Παράδεισον ᾤκησεν, ὁ μὲν γὰρ γευσάμενος, ἐντολὴν ἠθέτησε τοῦ ποιήσαντος, ὁ δὲ συσταυρούμενος, Θεὸν ὡμολόγησε τὸν κρυπτόμενον, Μνήσθητί μου βοῶν, ἐν τῇ βασιλείᾳ σου.
Ὁ σταυρωθεὶς καὶ ἀναστάς, ὡς δυνατὸς ἐκ τάφου τριήμερος, καὶ τὸν πρωτόπλαστον Ἀδάμ, ἐξαναστήσας μόνε ἀθάνατε, κἀμὲ εἰς μετάνοιαν, ἐπιστρέψαι Κύριε καταξίωσον ἐξ ὅλης καρδίας μου, καὶ ἐν θερμὴ τῇ πίστει ἀεὶ κραυγάζειν σει, Μνήσθητί μου Σωτὴρ ἐν τῇ βασιλείᾳ σου.
Ὄντως ἀνέστη ὁ Χριστός, καὶ μαρτυρεῖ ὁ τάφος παράνομοι, τὰ γὰρ ἐντάφια αὐτοῦ καταλιπὼν ἀνέστη τριήμερος, ὁ λίθος ἐσφράγιστο, καὶ πρὸ τοῦ τάφου φύλακες περιϊσταντο, ὁ Ἅδης ἐσκύλευται, ὁ θάνατος τέθνηκε, Πιστεύσατε οὖν σὺν ἡμῖν τῇ Ἀναστάσει αὐτοῦ.
Τὸν ἀναστᾶντα ἐκ νεκρῶν, καὶ τὸ τοῦ ᾍδου κράτος σκυλεύσαντα, καὶ ὁραθέντα γυναιξί, Μυροφόροις λέγοντα Χαίρετε, πιστοὶ δυσωπήσωμεν, ἐκ φθορᾶς λυτρώσασθαι τὰς ψυχὰς ἡμῶν, κραυγάζοντες πάντοτε, Λῃστοῦ τοῦ εὐγνώμονος τὴν φωνὴν πρὸς αὐτόν, Μνήσθητι καὶ ἡμῶν ἐν τῇ βασιλείᾳ σου.
Καὶ ἐκ τοῦ Κανόνος τῆς Μεσοπεντηκοστῆς, Ὠδὴ γ΄, καὶ τῆς Σαμαρείτιδος Ὠδὴ ς΄.
Ἀπόστολον καὶ Εὐαγγέλιον τῆς Σαμαρείτιδος.
Κοινωνικόν.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου